Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.708
Not analysed yet
ὑπηρέτην ἀποστείλας, συντόμως αὐτὴν εἰσελθεῖν ἐκέλευσεν, ὡς ἀλγεινὰ πευσομένην. Καὶ πρῶτον μὲν ἐπιμέμφεται τοῖς δώροις· «Ἵνα τί ἐνήνοχάς μοι ἄρτους, καὶ σταφυλὴν, καὶ κολλύρια, καὶ στάμνον μέλιτος;» Τὸ δὲ δηλῶσαι τὰ κομισθέντα πείθει τοῖς ῥηθησομένοις πιστεῦσαι. Εἶτα τοῦ παιδὸς ἀπαγγείλας τὴν τελευτὴν, ἐπήγαγεν, ὅτι «Τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐξολοθρεύσω τοῦ Ἱεροβοὰμ οὐροῦντα πρὸς τοῖχον.» Καὶ οὐ μόνον σφαγὴν αὐτοῖς προηγόρευσεν, ἀλλὰ καὶ ἀτάφους μεῖναι μετὰ σφαγὴν, καὶ προτεθῆναι θοίνην καὶ βορὰν οἰωνοῖς καὶ θηρίοις. Ἔπειτα τὴν αἰτίαν ἐπάγει, «Ὅτι οὐχ εὑρέθη ἐν αὐτῷ ῥῆμα καλὸν περὶ τοῦ Κυρίου.» Οὐροῦντα δὲ πρὸς τοῖχον λέγει τὸν ἀσθενῶς διακείμενον, καὶ στῆναι δίχα τοῦ ἐρείδεσθαι τῷ τοίχῳ παντελῶς μὴ δυνάμενον. ΕΡΩΤ. ΜΒʹ. Τί δήποτε ἄνω μὲν τὸν Ἀχιὰ τὸν Σιλωνίτην εἶπε ῥῆξαι τὸ περιβόλαιον, καὶ δοῦναι δέκα ῥήγματα τῷ Ἱεροβοὰμ, ἐνταῦθα δὲ Σαμαίαν τὸν Ἐλαμίτην. Δὶς ταῦτα γεγένηται. Ὁ μὲν γὰρ Ἀχιὰ ζῶντος ἔτι τοῦ Σολομῶντος, καὶ τοῦ Ἱεροβοὰμ δουλεύοντος, τὴν ἀμπεχόνην διέῤῥηξεν. Ὅθεν μετὰ χρηστῆς ἐλπίδος Ἱεροβοὰμ εἰς τὴν Αἴγυπτον ἔφυγε. Σαμαίας δὲ ὁ Ἐλαμίτης μετὰ τὴν τοῦ Σολομῶντος τελευτὴν, καὶ τοῦ Ἱεροβοὰμ τὴν ἐπάνοδον, ταυτὸ τοῦτο πεποίηκεν, ἀναμιμνήσκων αὐτὸν τῆς θείας προῤῥήσεως, ὥστε μαθεῖν θεόσδοτον εἶναι τὴν βασιλείαν, καὶ τοῖς θείοις νόμοις κατακοσμῆσαι τὴν ἐξουσίαν. Ἀλλὰ ὁ δείλαιος καὶ τρισάθλιος, θεόθεν τὴν δυναστείαν λαβὼν, ἀνθρωπίναις αὐτὴν καὶ δυσσεβέσιν ἔχειν ἐπεχείρησε μηχαναῖς. Λογισάμενος γὰρ, ὡς ὁ τῶν θυσιῶν νόμος δραμεῖν ἅπαντας εἰς τὴν μητρόπολιν ἀναγκάζει, ἀνιόντες δὲ συναφθῆναι τοῖς ἄλλοις πεισθήσονται, καὶ ὑπὸ τὴν Δαβιδικὴν βασιλείαν γενήσονται, δύο δαμάλεις χρυσᾶς κατεσκεύασε, καὶ τοῖς ὁρίοις τῆς βασιλείας ἐπέστησεν· ἵν' οἱ μὲν πρὸς ἐκείνην ἀποτρέχοντες, καὶ διὰ τοῦ πελάζειν μὴ δυσχεραίνοντες, ἀσπαστῶς δέξοιντο τὸ μὴ τρέχειν εἰς τὴν μητρόπολιν. Ὅριον δὲ τῆς τῶν δέκα φυλῶν βασιλείας ἀπὸ νότου μὲν, ἡ Βαιθήλ· ἀπὸ βοῤῥᾶ δὲ, ἡ Δάν. Ἔδει δὲ συνιδεῖν τὸν ἐμβρόντητον, ὡς ὁ δωρησάμενος τὴν βασιλείαν ἱκανὸς ταύτην κρατῦναι. Ἐξήλασε δὲ καὶ τοὺς ἱερέας καὶ τοὺς Λευΐτας, τοὺς ἐν ταῖς δέκα φυλαῖς οἰκοῦντας, καὶ τῶν δαμάλεων τοὺς τυχόντας ἱερέας