Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.712
Not analysed yet
προφήτην, τὸ καὶ τὸν Θεὸν δι' αὐτοῦ προειπεῖν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ τὸ ἐσόμενον πάθος, καὶ πρὸς τούτοις τὸ πιστεῦσαι τοῖς περὶ τοῦ Ἰωσίου προῤῥηθεῖσι, καὶ τοῖς υἱέσιν ἐντείλασθαι, ὥστε αὐτὸν τελευτήσαντα ἐκείνου τῷ σώματι συνθάψαι. Οὗτος τῶν υἱέων ἀκούσας διηγουμένων τὰ περὶ τὸν τῶν δαμάλεων γεγενημένα βωμὸν, πρῶτον μὲν ἐπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἐκπλαγεὶς τὰς θείας θαυματουργίας· εἶτα μεμαθηκὼς διὰ ποίας ὁδοῦ τὴν πορείαν πεποίηται, ἐπέσαξε μὲν τὴν ὄνον, ἐξήνυσε δὲ τὴν ὁδὸν ὅτι τάχιστα. Κατέλαβε δὲ αὐτὸν ὑπὸ δρυὸς σκιὰν καθεζόμενον· καὶ πυθόμενος ὅστις εἴη, καὶ μαθὼν τὸ ποθούμενον, ἱκέτευσεν ἀναστρέψαι, καὶ σὺν αὐτῷ τροφῆς μεταλαχεῖν. Ἐκείνου δὲ πάλιν τὰ παρὰ τοῦ Θεοῦ κελευθέντα εἰρηκότος, καὶ ὡς οὐχ οἷόν τε τὸν θεῖον παραβῆναι νόμον· προσετάχθη γὰρ, μὴ τροφῆς, μὴ ποτοῦ μεταλαβεῖν ἐν ἐκείνῃ τῇ γῇ· ὑπολαβὼν ἔφη, «Κἀγὼ προφήτης εἰμὶ ὡς σὺ, καὶ ἄγγελος ἐλάλησε πρός με ἐν λόγῳ Κυρίου λέγων, Ἐπίστρεψον αὐτὸν μετὰ σοῦ εἰς τὸν οἶκόν σου, καὶ φαγέτω ἄρτον, καὶ πιέτω ὕδωρ.» Εἶτα καὶ ὁ ἱστοριογράφος ἐπήγαγε· «Καὶ ἐψεύσατο αὐτῷ.» Τοῦτο ἔγωγε ἐν τούτοις ἡμαρτηκέναι τὸν πρεσβύτην φημὶ, καὶ κατὰ τοῦτο μόνον ψευδοπροφήτην εἶναι, ὡς θείας φωνὰς διαπλάσαντα. Οὐ μὴν κακοηθείᾳ τινὶ χρήσασθαι ἡγοῦμαι τὸν ἄνθρωπον, ἀλλὰ μᾶλλον τῇ τῆς εὐλογίας ἐπιθυμίᾳ τῷ ψεύδει καταχρῶσαι τοὺς λόγους. «Ἐπειδὴ δὲ ἀνέστρεψε, καὶ σιτίων μετέλαβεν, ἐγένετο, φησὶ, λόγος Κυρίου πρὸς τὸν προφήτην τὸν ἐπιστρέψαντα αὐτὸν, καὶ εἶπε πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ τὸν ἥκοντα ἐξ Ἰούδα· Τάδε λέγει Κύριος παντοκράτωρ· Ἀνθ' ὧν παρεπίκρανας τὸ ῥῆμα Κυρίου, καὶ οὐκ ἐφύλαξας τὴν ἐντολὴν, ἣν ἐνετείλατό σοι Κύριος ὁ Θεός σου, καὶ ἐπέστρεψας, καὶ ἔφαγες ἄρτον, καὶ ἔπιες ὕδωρ ἐν τῷ τόπῳ τούτῳ, ἐν ᾧ ἐλάλησα πρὸς σὲ, λέγων, Μὴ φάγῃς ἄρτον, καὶ μὴ πίῃς ὕδωρ, οὐ μὴ εἰσέλθῃ τὸ σῶμά σου εἰς τὸν τάφον τῶν πατέρων σου.» Τῆς θείας τοίνυν Γραφῆς, καὶ προφήτην αὐτὸν καλούσης, καὶ διδασκούσης ὡς δι' αὐτοῦ τὴν κατὰ τοῦ ἑτέρου ψῆφον ἐξενήνοχεν ὁ Θεὸς, τολμηρὸν οἶμαι ψευδοπροφήτην ὀνομάζειν αὐτόν. Τί δήποτε γὰρ αὐτὸν ὡς ἐκεῖνον οὐκ ἐκόλασεν ὁ Θεὸς, εἴπερ ἄρα καὶ ψευδοπροφήτην αὐτὸν ὄντα