Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.713
Not analysed yet
ᾔδει, καὶ κακοηθείᾳ κατὰ τοῦ θείου προφήτου χρησάμενον; ἴσως γὰρ καὶ τὸν σκοπὸν αὐτοῦ καθορῶν ὁ Θεὸς, καὶ τῷ ψεύδει συγγνώμην ἀπένειμεν. Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος εὐθὺς ἐκδημήσας περιέπεσε λέοντι. Καὶ ἀνεῖλε μὲν αὐτὸν τὸ θηρίον, μεταλαβεῖν δὲ τοῦ σώματος οὐκ ἐτόλμησεν· ἀλλ' εἱστήκει, καὶ τὴν ὄνον καὶ τὸ σῶμα φυλάττων, ὥστε μηδὲν ἄλλο θηρίον ἢ πτηνὸν τολμῆσαι λυμήνασθαι αὐτό. Τούτου δὲ μηνυθέντος ἔδραμε πάλιν ὁ προφήτης. Δηλοῖ δὲ αὐτοῦ τὸ εὐσεβὲς καὶ τὰ ῥήματα. «Εἶπε γὰρ, φησὶν, Ὁ ἄνθρωπος τοῦ Θεοῦ οὗτος, ὃς παρεπίκρανε τὸ ῥῆμα Κυρίου.» Εἶτα δραμὼν εὗρε τοῦ μὲν προφήτου τὸ σῶμα νεκρὸν, ἀλώβητον δὲ τὴν ὄνον· τὸν λέοντα δὲ οἷόν τινα φύλακα παρεστῶτα· ὃς ἰδὼν αὐτὸν ἀφιγμένον ὑπεχώρησεν, ὡς οὐκέτι φυλακῆς δεομένου τοῦ σώματος. Ἔπειτα μετακομίσας, καὶ τῶν νομιζομένων ἀξιώσας, ἐνετείλατο τοῖς υἱέσι μιᾷ θήκῃ ἀμφότερα παραδοῦναι τὰ σώματα, ὡς τῆς θείας προῤῥήσεως δεξαμένης τὸ πέρας. Ἐκ δὲ τούτου τοῦ διηγήματος διδασκόμεθα, ὡς δυνατοὶ δυνατῶς ἐτασθήσονται. Οὐ γὰρ ἔδει τὸν τῆς θείας ἀκηκοότα φωνῆς ἀνθρωπίνῃ πιστεῦσαι τἀναντία λεγούσῃ, ἀλλ' ἀναμεῖναι τὸν προστεταχότα λῦσαι ὅπερ γενέσθαι προσέταξεν. Ἐγὼ δὲ οἶμαι καὶ εἰς βεβαίωσιν τῆς περὶ τοῦ θυσιαστηρίου προῤῥήσεως τήνδε γενέσθαι τὴν τιμωρίαν. Οὐ γὰρ οἷόν τε ἦν λαθεῖν ἀνδρὸς τοσούτου διήγημα· τοῖς δὲ ἀκούουσιν ἱκανὸν ἦν τοῦτο δέος ἐνθεῖναι. Εἰ γὰρ τροφῆς μετάληψις παρὰ τὴν θείαν ἐντολὴν γενομένη, καὶ οὐκ ἐξ ἡδονῆς, ἀλλ' ἐξ ἀπάτης γεγενημένη, τοσαύτην ἀνδρὶ δικαίῳ τιμωρίαν ἐπήνεγκεν, ὁποίαις περιπεσοῦνται κολάσεσιν οἱ τὸν μὲν πεποιηκότα καταλελοιπότες Θεὸν, τὰ δὲ τῶν ἀλόγων προσκυνοῦντες ἰνδάλματα; Τετίμηκε δὲ αὐτὸν καὶ μετὰ τὴν τελευτὴν ὁ Θεός. Ἐπέστησε γὰρ αὐτῷ φύλακα τὸν φονέα· ταύτῃ μὲν τιμῶν ὡς προφήτην, ἐκείνῃ δὲ κολάζων ὡς παραβάτην· δεδιττόμενος δὲ καὶ τοὺς τηνικάδε, καὶ τοὺς νῦν, ὥστε μηδὲ τῶν σμικρῶν τοῦ Θεοῦ καταφρονεῖν ἐντολῶν. Μηνύει δὲ τοῦ προφήτου τὸ πάθος τῶν νεκρῶν τὴν ἀνάστασιν. Ὁ γὰρ περιόντα μὲν ἐκδεδωκὼς τῷ θηρίῳ, τελευτήσαντα δὲ ἀξιώσας τιμῆς, καὶ τιμήσας οὐ τὴν ψυχὴν, ἀλλὰ τὸ σῶμα μόνον, δῆλον ὡς οὐ περιόψεται διαλυθὲν καὶ φθαρὲν, ἀλλ' ἀναστήσει, καὶ τῇ ψυχῇ τὸ ὄργανον ἀποδώσει, δι' οὗ τὸν ποιητὴν τεθεράπευκεν. Ἄνθρωπος μέντοι Θεοῦ οὐ πᾶς προφήτης ὠνόμασται, ἀλλ' οἱ τελείαν τὴν ἀρετὴν κεκτημένοι, ὡς Μωσῆς καὶ Ἠλίας, καὶ εἴ τις ἐκείνοις παρόμοιος. Δεδήλωκε τοίνυν ἡ προσηγορία, ὡς τοῦ πρεσβύτου προφήτου πολλῷ τιμιώτερος ἦν. ΕΡΩΤ. ΜΔʹ. Πῶς νοητέον τό· «Ὁ βουλόμενος ἐπλήρου τὴν χεῖρα αὑτοῦ;» Τὸ ἐπαγόμενον δηλοῖ· «Καὶ ἐγένετο ἱερεὺς τῶν