Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.716
Not analysed yet
ὑψηλῶν·» τουτέστιν ἱεράτευε, καὶ ταῖς χερσὶ τὸ θυμίαμα προσέφερεν. ΕΡΩΤ. ΜΕʹ. Προειδὼς ὁ Θεὸς ὡς ἀσεβήσει ὁ λαὸς, τί δήποτε γενέσθαι τὴν διαίρεσιν συνεχώρησεν; Τί γὰρ τὸν Ἰούδαν καὶ τὸν Βενιαμὶν ὤνησε τὸ τὸν θεῖον ἔχειν νεών; Τὴν γὰρ αὐτὴν καὶ οὗτοι παρανομίαν ἐτόλμων· «ᾨκοδόμησαν γὰρ, φησὶν, αὐτοῖς ὑψηλὰ καὶ στήλας, καὶ ἄλση, ἐπὶ πάντα βουνὸν ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους. Καὶ σύνδεσμος ἐγένετο ἐν τῇ γῇ.» Τὸν δὲ σύνδεσμον ἀντὶ τῆς ἀποστάσεως τέθεικε. Καὶ γὰρ ἡ Ἰεζάβελ τοῦ Ἰωρὰμ μεμαθηκυῖα τὴν τελευτὴν, καὶ τὸν Ἰοὺ τῆς βασιλείας τὴν χειροτονίαν δεξάμενον, ἐβόησε, Σύνδεσμος, σύνδεσμος, τουτέστιν ἀποστασία καὶ τυραννίς. Τοῦτο δὲ καὶ τὰ ἑξῆς δηλοῖ· «Καὶ ἐποίησαν ἀπὸ πάντων βδελυγμάτων τῶν ἐθνῶν, ὧν ἐξώρισε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ.» Οὐ τοίνυν διὰ τὴν τῆς βασιλείας διαίρεσιν ἐξώκειλαν εἰς ἀσέβειαν αἱ δέκα φυλαὶ, ἀλλὰ διὰ τὴν οἰκείαν παρανομίαν. Αὐτίκα γοῦν μείζους ποιοῦνται τῆς Ἰούδα φυλῆς οἱ προφῆται κατηγορίας. Καὶ γὰρ Ὠσηὲ πόρνην μὲν προσετάχθη λαβεῖν, εἰς ἔλεγχον τῆς προφανοῦς ἀσεβείας τῶν δέκα φυλῶν· προφανὴς γὰρ ἡ τῆς πόρνης ἀκολασία· μοιχεύτριαν δὲ εἰς τύπον τῆς Ἰουδαίας, ὅτι τῷ Θεῷ διὰ τοῦ ναοῦ συνῆφθαι δοκοῦσα, λάθρα τοῖς εἰδώλοις ἐλάτρευεν. Ἱερεμίας δὲ ὁ προφήτης φησίν· «Ἐδικαίωσεν αὐτὴν ἡ ἀποστροφὴ Ἰσραὴλ ἀπὸ τῆς ἀσυνθέτου Ἰούδα.» Ἰεζεκιὴλ δὲ ὁ προφήτης, οὐ τὴν Σαμάρειαν μόνον, ἀλλὰ καὶ τὰ Σόδομα τῆς Ἱερουσαλὴμ ἐκάλεσεν ἀδελφήν. Ἀποστάντες τῆς εὐσεβείας τῆς θείας ἐγυμνώθησαν προμηθείας. Σουσακεὶμ γὰρ τῶν Αἰγυπτίων ὁ βασιλεὺς πολλὰς μὲν τῶν Ἰουδαίων εἷλε πόλεις, ὡς ἡ τῶν Παραλειπομένων ἐδίδαξε βίβλος· ἐπέβη δὲ καὶ τῆς Ἱερουσαλὴμ, καὶ οὐ μόνον τοὺς βασιλικοὺς, ἀλλὰ καὶ τοὺς θείους ἐσύλησε θησαυρούς. Ἔλαβε δὲ καὶ τὰ ὅπλα τὰ χρυσᾶ, καὶ ἃ Δαβὶδ ὁ βασιλεὺς ἀπὸ τῶν Σύρων εἰλήφει, καὶ ἃ ὁ Σολομὼν ἐπεποιήκει. ΕΡΩΤ. Μϛʹ. Τί ἐστιν· «Ἀπηρείδοντο αὐτὰ εἰς τὸ Θεκουὲ τῶν παρατρεχόντων· Ἐν μὲν τῇ τῶν Ἑβραικῶν ὀνομάτων ἑρμηνείᾳ τὸ Θεκουὲ, κρουσμὸς καὶ σαλπισμὸς κείμενον εὗρον. Ἡ δὲ τῶν Παραλειπομένων βίβλος οὕτω ταῦτα διδάσκει· «Καὶ ἐποίησε Ῥοβοὰμ ὁ βασιλεὺς ἀντ'