Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.724
Not analysed yet
πομένας συγγεγραφότες, ἔλαβον τῆς ἱστορίας τὰς ἀφορμάς. ΕΡΩΤ. Νʹ. Τίνα δὲ λέγει τὸν Βαάλ; Ὡς Ἰώσηπος ἔφη, Τυρίων ἦν οὗτος θεός· ἡ δὲ Ἀστάρτη Σιδωνίων. Τοῦτο γὰρ καὶ ἐν τοῖς πρόσθεν ἐδίδαξε τὰ περὶ τοῦ Σολομῶντος συγγράφων, ὅτι τέμενος ᾠκοδόμησε τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων. Ταύτῃ καὶ τὰ ἄλση φυτεύοντες ἀνετίθεσαν· Ἀστάρτη δέ ἐστιν ἡ παρ' Ἕλλησιν Ἀφροδίτη προσαγορευομένη. ΕΡΩΤ. ΝΑʹ. Οὐ δοκεῖ τολμηρὸν εἶναι τὸ περὶ τοῦ Ἠλιοῦ ῥηθὲν, «Εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος ἢ ὑετὸς ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ στόματός μου;» Τολμηρόν ἐστι τὸ κατὰ τῶν πνευματικῶν ἀνδρῶν τοιούτους εἰσδέχεσθαι λογισμούς. Προφήτης γὰρ ἦν, καὶ προφητῶν κορυφαῖος, καὶ τῷ θείῳ πυρπολούμενος ζήλῳ. Καὶ ταῦτα τοῦ θείου Πνεύματος ἐνεργοῦντος εἴρηκεν. Ὅθεν καὶ τὸ πέρας εἴληφεν. ΕΡΩΤ. ΝΒʹ. Πῶς ὁ ἅγιος ὢν, καὶ κατὰ νόμον πολιτευόμενος, ἤσθιε τὴν διὰ τῶν κοράκων αὐτῷ κομιζομένην τροφήν; Αὐτὸς ὁ νομοθέτης ταύτην αὐτῷ διὰ τῶν κοράκων προσέφερεν. Αὐτὸς γὰρ αὐτῷ καὶ προσέταξεν ἐν τῷ χειμάῤῥῳ διάγειν τῷ χόῤῥαν, ὑποσχόμενος πέμψειν αὐτῷ διὰ κοράκων τροφὴν, καὶ πεπλήρωκε τὴν ὑπόσχεσιν. Προσέφερον γὰρ οἱ κόρακες ἄρτους μὲν ἕωθεν, δείλης δὲ κρέα. Διδάσκει δὲ διὰ τούτων ἡμᾶς ὁ νομοθέτης, ὡς τῆς Ἰουδαίων ἀσθενείας ἕνεκα τοὺς τοιούτους ἐτεθείκει νόμους, οὓς ποτὲ μὲν αὐτὸς παραβῆναι προσέταττεν· ἐν σαββάτῳ γὰρ ἑπτάκις κυκλῶσαι τὴν Ἱεριχὼ, καὶ Ἰησοῦν τὸν προφήτην, καὶ Ἐλεάζαρ τὸν ἀρχιερέα, καὶ τοὺς σὺν αὐτῷ ἱερέας καὶ Λευΐτας ἐκέλευσε, καὶ ἅπαντα τὸν λαόν· καὶ νῦν τὸν μέγαν Ἠλίαν δέχεσθαι τὴν διὰ τῶν κοράκων κομιζομένην αὐτῷ τροφήν· ποτὲ δὲ τοὺς τοιούτους παραβεβηκόσι νόμους οὐκ ἐπεμέμψατο. Καὶ γὰρ ὁ Σαμψὼν διὰ μὲν τὴν μέθην, καὶ τὴν λαγνείαν, τῆς θείας ἐγυμνώθη χάριτος· φαγὼν δὲ τὸ κηρίον τοῦ μέλιτος, ὃ ἐν νεκρῷ λέοντι ἐξύφηναν μέλισσαι, κατηγορίαν οὐδεμίαν ἐδέξατο.