Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.725
Not analysed yet
ΕΡΩΤ. ΝΓʹ. Τίνος χάριν πρὸς χήραν ἀλλόφυλον ἐκέλευσεν αὐτὸν ἀπελθεῖν· Καὶ τοῦτο πάλιν τῶν τοιούτων νόμων τὰς αἰτίας διδάσκει. Εἰ γὰρ ᾔδει στεῤῥὸν τῶν Ἰουδαίων τὸ φρόνημα, καὶ τὴν πίστιν ἑδραίαν, οὐκ ἂν αὐτοῖς φυγεῖν τῶν ἀλλοφύλων ἐπιμιξίαν προσέταξεν· ἀλλὰ τοὐναντίον ἐκέλευσεν ἂν αὐτοῖς συνδιάγειν, καὶ κηρύττειν αὐτοῖς τὴν εὐσέβειαν. Τοῦτο γὰρ διδάσκει καὶ ἡ τοῦ νόμου αἰτία. Εἰρηκὼς γάρ· «Οὐ δώσεις τὰς θυγατέρας σου τοῖς υἱοῖς τῶν ἀλλοφύλων, καὶ τὰς θυγατέρας αὐτῶν τοῖς υἱοῖς σου,» ἐπήγαγεν· «Ἵνα μὴ ἐκπορνεύσωσιν οἱ υἱοὶ αὐτῶν τὰς θυγατέρας ὑμῶν, καὶ αἱ θυγατέρες αὐτῶν τοὺς υἱοὺς ὑμῶν, ὄπισθεν Κυρίου τοῦ Θεοῦ ὑμῶν.» Τὸν δέ γε προφήτην, ὡς εὐεργετῆσαι δυνάμενον, οὐ μόνον οὐκ ἐκώλυσεν, ἀλλὰ καὶ προσέταξεν ἀπελθεῖν. Οἶμαι δὲ ὅτι καὶ δεῖξαι βουλόμενος αὐτῷ δαπανωμένην τῷ λιμῷ τῶν ἀνθρώπων τὴν φύσιν, πρῶτον μὲν εἰς τὸν χειμάῤῥουν ἐπήγαγεν· εἶτα τοῦτον ξηράνας, πρὸς τὴν χήραν ἀπήγαγε γυναῖκα, οὐδὲν ἔχουσαν πλὴν ὀλίγης τροφῆς εἰς μίαν ἀποχρώσης ἡμέραν. «Ζῇ γὰρ, ἔφη, Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ' ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ, καὶ ἰδοὺ συλλέξω δύο ξυλάρια, καὶ εἰσελεύσομαι, καὶ ποιήσω αὐτὸ ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ φαγόμεθα καὶ ἀποθανούμεθα.» Μόνην, φησὶν, ἔχω τὴν τελευταίαν τροφὴν, μεθ' ἣν τὴν τοῦ λιμοῦ προσμένω πληγήν. Ἐγὼ δὲ ἄγαμαι τῆς γυναικὸς τὸ πρᾶον τῆς ἀποκρίσεως. Οὐ γὰρ ἐδυσχέρανεν, ὡς ἐν τηλικαύταις συμφοραῖς αἰτηθεῖσα τροφὴν, ἀλλὰ μόνην ἔδειξε τὴν ἐσχάτην πενίαν. Ἀλλ' ὁ μέγας ἐκεῖνος καὶ δίκαιος ἀνὴρ ὑπέσχετο μὲν τὰς τοῦ ἀλεύρου καὶ ἐλαίου πηγάς. Προσέταξε δὲ αὐτῷ πρώτῳ ποιῆσαι καὶ κομίσαι τὸν ἄρτον. Ἡ δὲ πάλιν οὐκ ἐδυσφόρησεν, ὡς πενίας, καὶ χηρείας, καὶ παιδοτροφίας τηκομένη φροντίσιν· ἀλλὰ τὴν ἐπαγγελίαν δεξαμένη πιστῶς, προσήνεγκε τὴν τροφὴν, καὶ ταῦτα οὐκ εἰδυῖα τὸν ἄνθρωπον· ἀλλόφυλος γὰρ ἦν· προφητικῆς δυνάμεως πεῖραν οὐ δεδεγμένη. Οἶμαι δὲ ἐν ταύτῃ προτυπωθῆναι τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν. Τὸν γὰρ ὑπὸ τῶν Ἰσραηλιτῶν διωκόμενον πιστῶς ὑπεδέξατο, καθάπερ καὶ ἐκκλησία τοὺς ἀποστόλους ὑπ' αὐτῶν τούτων ἐξελαθέντας.