Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.728
Not analysed yet
ΕΡΩΤ. ΝΔʹ. Τίνος χάριν τὸν τῆς χήρας τελευτῆσαι υἱὸν συνεχώρησεν ὁ Θεός; Ἀφθόνως ὁ προφήτης ἀπολαύων τροφῆς τῆς τῶν ἄλλων ἀνθρώπων ἐπελάθετο συμφορᾶς. Οὗ δὴ χάριν καὶ τῆς χήρας αὐτῷ ὁ Θεὸς ἐπεστράτευσεν οἰμωγάς. Ἐπέγνω δὲ καὶ αὐτὸς τὴν αἰτίαν· «Οἴμοι γὰρ, φησὶ, Κύριε, ὁ μάρτυς τῆς χήρας μεθ' ἧς ἐγὼ οἰκῶ μετ' αὐτῆς, σὺ ἐκάκωσας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς.» Ἀξιάγαστα δὲ τῆς χήρας τὰ ῥήματα· «Εἰσῆλθες γὰρ, φησὶ, πρός με, τοῦ ἀναμνῆσαι τὰς ἁμαρτίας μου, καὶ θανατῶσαι τὸν υἱόν μου.» Τῷ σῷ φωτὶ, φησὶν, ἐγυμνώθη τὰ κεκρυμμένα μου πλημμελήματα· καὶ οὐκ εἶπεν, οἷα δὴ ἀλλόφυλος οὖσα, Οἰωνός μοι γέγονας πονηρὸς, πρόξενος κακῶν μοι ἡ σὴ γεγένηται παρουσία· ἀλλὰ μᾶλλον ταῖς οἰκείαις ἁμαρτίαις τὸ συμβὰν ἀνατέθεικε. Τοσοῦτον ὤνησεν αὐτὴν ἡ τοῦ προφήτου διδασκαλία. Τοιγάρτοι καὶ δι' αὐτὴν ἡ τοῦ παιδὸς γέγονε τελευτή· ἵνα θεασαμένη τὴν παρὰ φύσιν γεγενημένην ἀνάστασιν, βεβαίαν δέξηται τὴν εὐσέβειαν. Ὁ δὲ προφήτης προσηύξατο πρὸς Κύριον περὶ τοῦ τεθνηκότος παιδαρίου· μετὰ τὴν προσευχὴν δὲ τρὶς ἐμφυσήσας τῷ μειρακίῳ εἰς ζωὴν ἐπανήγαγε. Δηλοῖ δὲ ὁ μὲν ἀριθμὸς τὴν προσκυνουμένην Τριάδα· τὸ δὲ ἐμφύσημα, τὴν ἐν ἀρχῇ τῆς ψυχῆς γεγενημένην δημιουργίαν. Ἀλλ' ὁ προφήτης ἐμφυσήσας οὐκ ἄλλην ψυχὴν ἐδημιούργησεν, ἀλλὰ τὴν χωρισθεῖσαν τοῦ σώματος ἐπανήγαγεν. Ὁ δὲ φιλάνθρωπος καὶ φιλοικτείρμων Θεὸς, τῶν ἀνθρώπων τὸ γένος ὁρῶν διολλύμενον, καὶ τὸν προφήτην αἰτῆσαι τὸν ἔλεον μὴ βουλόμενον, καὶ τοὺς μὲν οἰκτείρων, καὶ δοῦναι τὸν ἔλεον ἐπειγόμενος, τὸν δὲ γεραίρων, καὶ παρὰ τὴν αὐτοῦ γνώμην λῦσαι τὴν ἐξενεχθεῖσαν οὐκ ἀνεχόμενος ψῆφον, αὐτὸς ἔρχεται πρεσβευτὴς πρὸς τὸν οἰκέτην ὁ δεσπότης, πρὸς τὸν πηλὸν ὁ δημιουργὸς, καὶ πείθει λῦσαι τῶν νεφῶν τὰς ὠδῖνας τὴν πεδήσασαν γλῶσσαν· «Ἐγένετο γὰρ, φησὶ, μεθ' ἡμέρας πολλὰς, καὶ ῥῆμα Κυρίου ἐγένετο πρὸς Ἠλίαν ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ, λέγον· Πορεύου καὶ ὄφθητι Ἀχαὰβ, καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς.» ΕΡΩΤ. ΝΕʹ. Πῶ νοητέον· «Εἰ ἔστιν ἔθνος ἢ βασιλεία, οὗ οὐκ ἀπέσταλκεν ὁ Κύριος μου ζητεῖν σε, καὶ εἶπον, Οὐκ ἔστιν;» Ἐπειδὴ ὁ προφήτης εἰρήκει τῷ Ἀχαὰβ, «Ζῇ Κύριος ὁ Θεός μου, εἰ ἔσται τὰ ἔτη ταῦτα ὑετὸς ἢ δρόσος, εἰ μὴ διὰ λόγου στόματός μου,» λαβὼν τῆς τῶν λόγων ἀληθείας τὴν πεῖραν ὁ Ἀχαὰβ, ἀναγκαίως ἐπεζήτει τὸν τῇ γλώττῃ τὰ νέφη καθείρξαντα, ἵνα δυοῖν θάτερον δράσῃ, ἢ ἀνοῖξαι πείσῃ, ἢ μὴ πειθόμενον διολέσῃ. Ὁ δὲ Ἀβδιοὺ τῶν ἄγαν ἦν εὐσεβῶν·