Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.736
Not analysed yet
μεταφερόμενος· ὅθεν αὐτὸν καὶ τὸ παμπόνηρον γύναιον εἰς τὸ τῆς ἀσεβείας ἐμβέβληκε βάραθρον. Τοῦτο γὰρ καὶ ἡ ἱστορία διδάσκει· «Δωρεὰν γὰρ, φησὶν, ἐπράθη ὁ Ἀχαὰβ, τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, ὡς μετέστησεν αὐτὸν Ἰεζάβελ ἡ γυνὴ αὐτοῦ· καὶ ἐβδελύχθη ὀπίσω τῶν βδελυγμάτων, κατὰ πάντα ὅσα ἐποίησεν ὁ Ἀμοῤῥαῖος, ὃν ἐξωλόθρευσε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ.» Τὸν δὲ Ἀμοῤῥαῖον ἐνταῦθα οὐ τὸ ἔθνος λέγει, ἀλλὰ πάντας τοὺς Χαναναίους. Ἀμοῤῥαῖος γὰρ τῇ Ἑβραίων φωνῇ καὶ ὁ κατοικῶν ὀνομάζεται. Ἡ δὲ τῆς ἀγαθότητος ἄβυσσος ὁ Δεσπότης Θεὸς, διὰ μὲν τὴν μιαιφονίαν τὴν πανωλεθρίαν ἠπείλησε· διὰ δὲ τὸν ἐπὶ τῷ φόνῳ θρῆνον, τὴν τῆς τιμωρίας ἀναβολὴν ἐχαρίσατο. Αὐτίκα γοῦν τῶν Σύρων πολλὰς κατ' αὐτοῦ μυριάδας συνειληχότων, καὶ βρενθυομένων, καὶ λεγόντων, «Εἰ ἐκποιήσει ὁ χοῦς Σαμαρείας ταῖς δραξὶ παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου;» ταῦτα δὲ ἔλεγον ἀπειλοῦντες τῆς πολιορκίας τὰ χώματα· τὸν προφήτην ἀποστείλας ὁ Δεσπότης Θεὸς, διέλυσε τοῦ τρισαθλίου βασιλέως τὸ δέος, τοῖσδε τοῖς λόγοις χρησάμενος· «Ἑώρακας πάντα τὸν ἦχον τὸν μέγαν τοῦτον. Ἰδοὺ δίδωμι αὐτὸν ἐγὼ εἰς τὰς χεῖράς σου, καὶ γνώσῃ, ὅτι ἐγὼ Κύριος.» Μάλα δὲ ἁρμοδίως ἦχον ὠνόμασε τῶν ἀπειλητικῶν ῥημάτων τὸν ψόφον· διελύθη γὰρ συντόμως τῇ θείᾳ ῥοπῇ. ΕΡΩΤ. ΞΓʹ. Πῶς νοητέον τό· «Ἐν τοῖς παιδαρίοις τῶν ἀρχόντων τῶν χωρῶν;» Οὐ χρῄζω πλήθους, φησὶν, ἐγώ. Ἐν ὀλίγοις γὰρ μειρακίοις, καὶ πολέμων ἀπείροις, τὴν παμπόλλην ταύτην στρατιὰν διολέσω. Ἀριθμήσας γοῦν αὐτοὺς Ἀχαὰβ τριάκοντα καὶ διακοσίους εὗρε. Διὰ τούτων ὁ παντοδύναμος Κύριος τριάκοντα καὶ δύο βασιλέων διέλυσε στρατιάν. Τούτῳ δὲ κατακράτος νενικηκότι προμηνύει τῶν Σύρων τὴν ἔφοδον, τὴν ἐσομένην εἰς νέωτα. «Ἐροῦσι γὰρ, φησὶν, οἱ Σύροι· Θεὸς ὀρέων ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐ Θεὸς κοιλάδων·» τουτέστιν, ἐν τοῖς ὄρεσιν ἔχει τὴν δύναμιν, ἐν δὲ τοῖς πεδίοις ἡττᾶται. Ἐπειδὴ γὰρ τοιούτους εἶναι τοὺς οἰκείους θεοὺς ὑπελάμβανον, ᾠήθησαν καὶ τὸν ἀληθινὸν τῶν ὅλων δημιουργὸν μερικὸν εἶναι Θεόν. Ἀλλ' ἔδειξε καὶ τοῖς οἰκείοις, καὶ τοῖς ἀλλοτρίοις, τὴν ἰδίαν ἰσχύν. Τῆς γὰρ