Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.737
Not analysed yet
συμπλοκῆς ἐν πεδίῳ γεγενημένης, δυοκαίδεκα μυριάδας τῶν ἀντιπάλων ὁ Ἰσραὴλ κατηκόντισεν. Ἵνα δὲ κἀκεῖνοι καὶ οὗτοι μάθωσιν, ὡς θεήλατος ἡ πληγὴ, τῶν διαφυγόντων εἰς τὴν Ἀφηκὰ πόλιν καταπεφευγότων καταπεσὸν τὸ τεῖχος ἑπτὰ καὶ εἴκοσι χιλιάδας κατέχωσεν. ΕΡΩΤ. ΞΔʹ. Διατί παραβολαῖς οἱ προφῆται κεχρημένοι τὰς θείας προῤῥήσεις προφέρουσιν; Ἵνα ἀγνοοῦντες οἱ τῶνδε τῶν λόγων ἀκούοντες, ὡς καθ' ἑαυτῶν τὴν ψῆφον ἐκφέρουσι, δικαίως ψηφίσωνται. Ἄλλως γὰρ ἐν ἑαυτοῖς, καὶ ἄλλως ἐν ἄλλοις τὴν ἁμαρτίαν ὁρῶμεν. Ταῦτα καὶ Νάθαν πεποίηκεν. Οὐ γὰρ εὐθὺς τῷ Δαβὶδ τὸν ἔλεγχον προσενήνοχεν· ἀλλὰ πρότερον τοῦ πένητος τὴν συμφορὰν διηγήσατο· εἶτα δικαίαν τὴν ψῆφον ἰδὼν, τὸ τῆς κατηγορίας ἐγύμνωσε πρόσωπον. Τοῦτο καὶ ἐνταῦθα πεποίηκεν ὁ προφήτης. Τελαμῶνι γὰρ τὸ πρόσωπον, καὶ τὰς ὀφρῦς συγκαλύψας, τῷ Ἀχαὰβ προσελήλυθεν. Εἶτα ἐδίδαξεν, ὡς ἐν τῷ πολέμῳ δορυάλωτος αὐτῷ παρεδόθη, φυλάξαι τοῦτον τοῦ παραδεδωκότος κελεύσαντος, καὶ προσαπειλήσαντος, ὡς εἰ φύγοι θανάτῳ ζημιωθήσεται. Ἐμοῦ δὲ, φησὶ, τὴν παράταξιν θεωμένου, πέφευγε χώραν λαβών. Τούτων ἀκούσας ὁ Ἀχαὰβ, ἀνδροφόνον αὐτὸν ἀπεκάλεσεν. «Ἰδοὺ γὰρ, φησὶ, δικαστὴς σὺ παρ' ἐμοὶ ἐφόνευσας·» πολέμιον γὰρ ἀπέλυσας, ἵνα πολλοὺς ἐκεῖνος πάλιν ἐργάσηται φόνους. Τότε λοιπὸν ὁ προφήτης τελαμῶνα λύσας, ἔδειξεν ὅστις ἐστί· καὶ προσήνεγκε τὴν θείαν ἀπόφασιν· «Τάδε λέγει Κύριος· Διότι ἐξαπέστειλας ἄνδρα ὀλέθριον ἐκ τῆς χειρός σου, ἰδοὺ ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ.» ΕΡΩΤ. ΞΕʹ. Καὶ διατί φιλανθρωπίας ἀπῃτήθη δίκας; Ὅτι χρὴ τῇ φιλανθρωπίᾳ συγκιρνᾷν τὸ δίκαιον. Οὗτος δὲ ὠμότητι χρησάμενος κατὰ τῶν προφητῶν, καὶ πάντας ἄρδην βουληθεὶς διαφθεῖραι, καὶ τοὺς ἁλόντας ἀνελὼν ἅπαντας, περὶ τὸν τοῦ Ἰσραὴλ πολέμιον τὸ ἥμερον ἔδειξεν. Ὅτι δὲ πλεῖστα ἐξήμαρτε διὰ τὴν εὐκολίαν τῆς γνώμης, τὰ ἑξῆς μαρτυρεῖ. «Ἀπῆλθε γὰρ, φησὶν, ὁ βασιλεὺς Ἰσραὴλ συνεχόμενος καὶ κλαίων.» Πεῖραν γὰρ τῶν θείων ἔχων προῤῥήσεων· δὶς γὰρ ἐνίκησε κατὰ τοὺς θείους χρησμούς· τὴν προσενεχθεῖσαν ἔδεισεν ἀπειλήν· ἀλλ' εὐθὺς πάλιν εἰς τὴν οἰκείαν ἐπανῆλθεν ἀσέβειαν.