Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.740
Not analysed yet
ΕΡΩΤ. Ξϛʹ. Πῶς νοητέον· «Πάταξόν με ἐν λόγῳ Κυρίου;» Οὐκ ἐγώ σοι, φησὶν, ἐπιτάσσω, ἀλλὰ τὸ ἐν ἐμοὶ Πνεῦμα. Διὸ δὴ τῷ ἀντειπόντι τὸν διὰ τοῦ λέοντος ἐπήνεγκεν ὄλεθρον. Ἄλλος δὲ τοῦτο δρᾶσαι κελευσθεὶς πιστῶς ὑπήκουσε, καὶ πατάξας συνέτριψε, τουτέστιν ἐτραυμάτισεν. ΕΡΩΤ. ΞΖʹ. Πῶς νοητέον· «Καθὼς σὺ, οὕτω κἀγώ· καὶ καθὼς ὁ λαός σου, οὕτως καὶ ὁ λαός μου;» Παρακληθεὶς ὁ Ἰωσαφὰτ κοινωνῆσαι τῆς παρατάξεως τοῦτο δράσειν ὑπέσχετο. Τὰ αὐτά σοι, φησὶ, δράσω· ὡς παρατάττῃ παρατάττομαι· καὶ ὡς ὁ λαός σου, καὶ ὁ ἐμὸς πολεμήσει. Ἔδειξε δ' ὅμως αὑτοῦ τὴν εὐσέβειαν· πυθέσθαι γὰρ πρότερον τοῦ Θεοῦ τῶν ὅλων ἀναγκαῖον ὑπέλαβεν· «Εἶπε γὰρ, φησὶ, πρὸς Ἀχαάβ· Ἐρωτήσωμεν δὴ τὸν Κύριον.» Ἐκείνου δὲ τοὺς προφήτας τοῦ Βαὰλ ἀθροίσαντος, πάλιν ὁ Ἰωσαφὰτ ἐκείνους μὲν ἐβδελύξατο, θεῖον δὲ προφήτην εὐσεβῶς ἐπεζήτησεν· «Οὐκ ἔστι γὰρ, φησὶν, ὧδε προφήτης Κυρίου, καὶ ἐπερωτήσομεν τὸν Κύριον δι' αὐτοῦ;» Ἐκείνου δὲ εἰρηκότος εἶναι μὲν, καὶ Μιχαίαν κεκλῆσθαι· ἐχθραίνειν δὲ αὐτῷ, ὡς οὐ τὰ θυμήρη χρησμολογοῦντα, ὁ Ἰωσαφὰτ εὐλαβῶς ἀπεκρίνατο· «Μὴ λεγέτω οὕτως ὁ βασιλεύς.» Ἀλλ' ἐν τούτοις μὲν ἀξιέπαινος. Ἐλωβήσατο δὲ αὐτοῦ τὴν εὐσέβειαν ἡ φιλία καὶ ἡ συγγένεια· τοῦτο γὰρ ἡ τῶν Παραλειπομένων ἱστόρησε βίβλος. Ὁ δὲ προφήτης Μιχαίας, καὶ τοῦ πρὸς αὐτὸν ἀποσταλέντος εὐνούχου χρηστὰ ἀπαγγεῖλαι παρεγγυήσαντος, οὐκ ἠνέσχετο χαρίσασθαι τὸ ψεῦδος τῷ βασιλεῖ. «Ζῇ γὰρ, ἔφη, ὁ Κύριος, ὅτι ἃ ἂν εἴπῃ Κύριος πρός με, ταῦτα λαλήσω.» ΕΡΩΤ. ΞΗʹ. Τίνος οὖν ἕνεκεν ἐρωτηθεὶς ὑπὸ τοῦ Ἀχαὰβ, Ἵνα ἀναβῶ εἰς Ῥαμὼθ Γαλαὰδ, ἔφη, Ἀνάβαινε, καὶ εὐοδώσει Κύριος ἐν χειρὶ τοῦ βασιλέως; Ἀνέμεινεν ὁρκωθῆναι, εἶθ' οὕτω φάναι τὸ ἀληθές. Ἐπειδὴ γὰρ ὑπελάμβανεν Ἀχαὰβ διὰ μῖσος τὸν προφήτην προλέγειν τὰ λυπηρὰ, πρότερον τὰ καταθύμια εἴρηκεν. Εἶτα ὁρκωθεὶς τὰ θεῖα μεμήνυκε. Τοῦ γὰρ Ἀχαὰβ εἰρηκότος· «Ποσάκις ὁρκίζω σε ἐγὼ, ὅπως λαλήσῃς πρός με ἀλήθειαν ἐν ὀνόματι Κυρίου;» τὸ δὲ ποσάκις ἀντὶ τοῦ πολλάκις τέθει-