Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.745
Not analysed yet
ΕΙΣ ΤΗΝ ΤΕΤΑΡΤΗΝ ΤΩΝ ΒΑΣΙΛΕΙΩΝ. ΕΡΩΤΗΣΙΣ Αʹ. Πῶς νοητέον τό· «Ἠθέτησε Μωὰβ ἐν Ἰσραήλ;» ΑΠΟΚΡΙΣΙΣ. Δασμὸν ἔφερον οἱ Μωαβῖται τῷ Ἀχαὰβ, ὡς ὑπήκοοι· τελευτήσαντος δὲ ἐκείνου, κατεφρόνησαν τοῦ υἱέος, καὶ οὐκ ἠθέλησαν ἄρχεσθαι. ΕΡΩΤ. Βʹ. Ὁποῖόν ἐστι τὸ δικτυωτὸν ὑπερῷον; Οἶκος ἦν ὥρᾳ θέρους ἐπιτήδειος, πολλὰς ἔχων φωταγωγοὺς δικτυοειδῶς κατεσκευασμένας, ἃς διατρήτους ὀνομάζουσιν οἱ πολλοί. ΕΡΩΤ. Γʹ. Προσοχθίσαι τί ἐστι; Καὶ προσοχθίσματα καὶ βδελύγματα, τὰ εἴδωλα προσαγορεύειν εἴωθεν ἡ θεία Γραφή. Καὶ γὰρ βδελυγμίας μεστὰ, καὶ μίσους ἄξια. Τὸ γὰρ προσόχθισμα τὸ μῖσος δηλοῖ. Οὕτω γὰρ καὶ εἴρηκεν ὁ Ἰσαάκ· «Προσώχθισα τῇ ψυχῇ μου διὰ τὰς θυγατέρας τῶν Χαναναίων·» τουτέστι, μεμίσηκα. Καὶ ὁ μακάριος Δαβὶδ ἔφη· «Παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ, κακίᾳ δὲ οὐ προσώχθισε·» τουτέστιν, Οὐκ ἐμίσησε τὴν κακίαν. Ἄξιον δὲ θρηνῆσαι τῶν δυσσεβῶν τὴν ἀλογίαν. Οὐ γὰρ μόνον τὰ μέγιστα τῶν ζώων ἐθεοποίησαν, ἀλλὰ καὶ τὰ σμικρότατα καὶ εὐτελέστατα, καὶ μύσους μεστά. Τί γὰρ μυσαρώτερον μυίας; Ἀλλ' ὅμως τὴν εἰκόνα ταύτης θεὸν ἀνηγόρευσαν, καὶ τὸν ὄντως καταλελοιπότες Θεὸν, τὸ αὐτῆς ἴνδαλμα περὶ ζωῆς ἐπηρώτων· καὶ ἣν ζῶσαν ταῖς ῥιπίσιν ἐλαύνουσι, ταύτης τὸν τύπον θεὸν προσηγόρευσαν. ΕΡΩΤ. Δʹ. Τινὲς ὠμότητα τοῦ προφήτου κατηγόρησαν, ὅτι δὴ τοὺς δύο πεντηκοντάρχους μετὰ τῶν ὑπηκόων οὐρανίῳ πυρὶ παραδέδωκεν. Οἱ τοῦ προφήτου κατηγοροῦντες κατὰ τοῦ Θεοῦ