Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.748
Not analysed yet
τοῦ προφήτου κινοῦσι τὰς γλώττας· αὐτὸς γὰρ ἐπαφῆκε τὸ πῦρ. Τολμηρὸν τοίνυν ἄγαν τὸ νεμεσῆσαι ταῖς θείαις οἰκονομίαις. Χρὴ γὰρ εἰδέναι τῆς θείας προμηθείας τὸ δίκαιον, καὶ ὡς ἐνδίκως κολάζει τοὺς ἁμαρτάνοντας, καὶ εὐεργετεῖ τοὺς θεραπεύοντας. Δῆλοι δὲ ἦσαν οἱ πεντηκόνταρχοι, καὶ οἱ τούτων ὑπήκοοι, συμβαίνοντες τῷ σκοπῷ τοῦ πεπομφότος. Ὅθεν καὶ τὰς θεηλάτους τιμωρίας ὑπέμειναν. Ὁ γὰρ τρίτος πεντηκόνταρχος, ἐπιεικείᾳ καὶ πίστει κοσμούμενος, καὶ τῇ πείρᾳ μαθὼν τοῦ προφήτου τὴν δύναμιν, ἠπίοις λόγοις χρησάμενος τὴν τιμωρίαν διέφυγεν. ΕΡΩΤ. Εʹ. Πῶς νοητέον τό· «Τότε ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ Ἰωρὰμ ἀδελφὸς Ὀχοσίου ἀντ' αὐτοῦ, ὅτι οὐκ ἦν αὐτῷ υἱός;» Νόμος ἦν τῶν βασιλέων τοὺς παῖδας τὴν βασιλείαν κληρονομεῖν. Παίδων δὲ οὐκ ὄντων, τὸν πρεσβύτατον ἀδελφὸν, ἢ τὸν ἐπιτηδειότατον. Αὐτίκα γοῦν τὴν Δαβιδικὴν βασιλείαν μέχρι τῆς αἰχμαλωσίας παῖς παρὰ πατρὸς παραλαμβάνοντες, διετέλεσαν οἰκονομοῦντες. Τοῦ δὲ Ἰεχονίου πρὸ τῆς παιδοποιίας δορυαλώτου ληφθέντος, Μετθανίας, ὁ καὶ Σεδεκίας, κατέσχε τὴν βασιλείαν, θεῖος αὐτοῦ ὢν πρὸς πατρός. ΕΡΩΤ. ϛʹ. Τίνας υἱοὺς τῶν προφητῶν ἡ θεία προσαγορεύει Γραφή; Αὐτοὺς τοὺς προφήτας, κατὰ τὸ Ἑβραίων καὶ Σύρων ἰδίωμα. Οὕτω γὰρ καὶ τοὺς ἀνθρώπους εἴωθεν ὀνομάζειν. «Υἱοὶ γὰρ, φησὶν, ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι;» Καί· «Κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων·» τουτέστι τοὺς ἀνθρώπους. Δηλοῖ δὲ καὶ ὁ λόγος πολλοὺς γεγενῆσθαι προφήτας. Καὶ γὰρ οἱ τὴν Ἱεριχὼ καὶ τὴν Βαιθὴλ οἰκοῦντες, καὶ προεγνώκεισαν καὶ προειρήκεισαν τὴν τοῦ μεγάλου Ἠλιοῦ ἀνάληψιν. Ἐγνώκει δὲ τοῦτο καὶ ὁ τῶν ὅλων πρωτεύων Ἑλισσαῖος ὁ πάνυ. Διὸ καὶ τούτοις ἔφη κἀκείνοις· «Καί γε ἐγὼ ἔγνωκα, σιωπᾶτε.» Τοσοῦτον δὲ ἦν τῶν προφητῶν τὸ πλῆθος, ὅτι πεντήκοντα μὲν αὐτοῖς πόῤῥωθεν ἠκολούθησαν. Μετὰ δὲ τὴν Ἠλιοῦ τοῦ μεγάλου ἀνάληψιν, τὸν τῆς χάριτος κληρονόμον συναθροισθέντες ἔπεισαν ἀποστεῖλαί τινας εἰς ἐπιζήτησιν τοῦ κοινοῦ διδασκάλου· καὶ ἀπέστειλαν εὐζώνους πεντήκοντα· τοὺς γὰρ τοιούτους υἱοὺς δυνάμεως προσηγόρευσεν, ἀντὶ τοῦ, δυνατούς. Ἐκ δὲ τῶν ἀποσταλέντων σκοπητέον τῶν ἀποστειλάντων τὸ πλῆθος.