Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.752
Not analysed yet
φόρον τῷ βασιλεῖ Ἰσραὴλ ἑκατὸν χιλιάδας ἀρνῶν, καὶ ἑκατὸν χιλιάδας κριῶν ἐπιπόκων.» Ἀντὶ ἐγκωμίου μέντοι περὶ τοῦ Ἑλισσαίου εἰρήκασιν, ὅτι ἐπέχεεν ὕδωρ ἐπὶ χεῖρας Ἠλιοῦ. Τοσοῦτον εἶχον θαῦμα τοῦ μεγάλου προφήτου. Ἡ δὲ χρεία καὶ τοὺς δυσσεβοῦντας βασιλέας ἠνάγκασε πρὸς τὸν πανεύφημον Ἑλισσαῖον δραμεῖν. Ὁ δὲ τῇ τοῦ διδασκάλου παῤῥησίᾳ χρησάμενος, «Τί ἐμοὶ καὶ σοὶ, ἔφη; Δεῦρο πρὸς τοὺς προφήτας τοῦ πατρός σου, καὶ πρὸς τοὺς προφήτας τῆς μητρός σου.» Η δὲ ἀνάγκη καὶ τοὺς θρασεῖς ἐπιεικεῖς ἀπεργάζεται. Αὐτίκα γοῦν ὁ Ἰωρὰμ πράως ὑπολαβὼν ἔφη· «Μὴ ὅτι κέκληκε Κύριος τοὺς τρεῖς βασιλεῖς τούτους, τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖρας Μωάβ;» Ἀλλ' οὐδὲ οὕτως ἔπεισε τὸν προφήτην, μὴ διελέγξαι αὐτοῦ τὴν ἀσέβειαν. Ἔφη γάρ· «Ζῇ Κύριος τῶν δυνάμεων, ᾧ παρέστην ἐνώπιον αὐτοῦ, ὅτι εἰ μὴ πρόσωπον Ἰωσαφὰτ βασιλέως Ἰούδα ἐγὼ λαμβάνω, εἰ ἐπέβλεψα ἂν πρὸς σὲ, καὶ εἶδόν σε.» Τῆς χρείας οὖν κατενεγκάσης τῆς δυναστείας τὸν τύφον, εἰς καιρὸν ὁ ἔλεγχος προσεφέρετο. ΕΡΩΤ. ΙΒʹ. Πῶς νοητέον τὸ, «Λάβετέ μοι ψάλλοντα;» Ὁ θειότατος Δαβὶδ, καὶ βασιλικῆς καὶ προφητικῆς χάριτος ἠξιωμένος, καὶ τὴν ἱερατικὴν σοφῶς ἔταξε λειτουργίαν, καὶ τοὺς μὲν ἱερέας κατὰ τὸν Μωσαϊκὸν νόμον ταῖς σάλπιγξι κεχρῆσθαι προσέταξε, τοὺς δὲ Λευΐτας ταῖς κινύραις, καὶ νάβλαις, καὶ κυμβάλοις, καὶ τοῖς ἄλλοις ὀργάνοις. Ἐχρῶντο δὲ οὗτοι τῇ πνευματικῇ τοῦ Δαβὶδ μελῳδίᾳ. Τούτων ἕνα μετακληθῆναι προσέταξεν ὁ προφήτης. Ἐκείνου δὲ ψάλλοντος, ἡ τοῦ πνεύματος χάρις τὸ πρακτέον ἐσήμαινεν· ἐν γὰρ τῷ χειμάῤῥῳ βόθρους μεγίστους ὀρυγῆναι προσέταξεν· ἵνα τῆς χαράδρας πόῤῥωθεν ἐνεχθείσης, πληρωθῶσιν οἱ βόθροι τοῦ ὕδατος, καὶ τὴν χρείαν παράσχωσι τῷ στρατῷ. Ἐπισημαντέον δὲ, ὡς χεῖρα Κυρίου τὴν πνευματικὴν ὠνόμασε χάριν. Ἐγένετο γὰρ, φησὶν, ἐπ' αὐτὸν χεὶρ Κυρίου, καὶ εἶπε· Τάδε λέγει Κύριος. ΕΡΩΤ. ΙΓʹ. Πῶς νοητέον· «Καὶ ἐγένετο μετάμελος μέγας Ἰσραήλ;» Τῶν Μωαβιτῶν ἄρδην ἀναιρουμένων, ἐπειράθη μὲν τούτων φυγεῖν ὁ βασιλεύς. Ἐπειδὴ δὲ τὸ στεῤῥὸν καὶ γενναῖον τῆς φάλαγγος οὐκ ἐνδέδωκε, τὸν πρωτότοκον υἱὸν, ὃν τῆς βασιλείας εἶχε διάδοχον, ἐπί τινος ὡλοκαύτωσε πύργου. Τοῦτο θεασάμενον τῶν πολεμίων τὸ πλῆθος, ᾤκτειρε τὸ πάθος καὶ τὴν πολιορκίαν κατέλυσεν.