Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.753
Not analysed yet
ΕΡΩΤ. ΙΔʹ. Περὶ τίνος ἔφησεν ἡ γυνή· «Ὁ δοῦλός σου ἀνήρ μου τετελεύτηκε, καὶ σὺ οἶδας, ὅτι δοῦλος ἦν τοῦ Κυρίου;» Τινές φασι τὸν Ἀβδιοῦ εἶναι τὸν οἰκονόμον τοῦ Ἀχαὰβ, ὃς τοὺς ἑκατὸν ἄνδρας ἐν δυσὶ κατακρύψας σπηλαίοις, διέθρεψεν αὐτοὺς ἄρτῳ καὶ ὕδατι· καὶ τὸ χρέος διὰ τὴν ἐκείνων ἐπιμέλειαν γεγενῆσθαι. Θαυμάσαι δὲ ἄξιον τῶν προφητῶν τὴν δύναμιν, ὅτι τὰ ὄντα πηγάζειν παρασκευάζοντες, παρέχουσι τοῦ βίου τὰς ἀφορμάς. Καὶ γὰρ ὁ μέγας Ἠλίας τὸ βραχύτατον ἄλευρόν τε καὶ ἔλαιον ἐπὶ πλεῖστον ἐξαρκέσαι πεποίηκε· καὶ ὁ διπλασίαν τὴν ἐκείνου χάριν δεξάμενος, τῆς ἑτέρας χήρας τὸ ὀλίγιστον ἔλαιον παμπόλλοις ἀγγείοις ἐμβληθῆναι κελεύσας, καὶ τοῦ ἀνδρὸς ἐξέτισε τὸ χρέος, καὶ αὐτὴν καὶ τοὺς παῖδας διέθρεψε. Καὶ ἐντεῦθεν δὲ ῥᾴδιον γνῶναι, ὡς καὶ τοῦ λαοῦ παρανομοῦντος, καὶ δυσσεβούντων τῶν βασιλέων, ἦσάν τινες εὐσεβεῖς. Ἐκ τούτων γὰρ ὁ Ἀβδιοῦ, καὶ οἱ ἑπτακισχίλιοι, οἱ μὴ κάμψαντες γόνυ τῇ Βάαλ· καὶ ἡ θαυμασία Σωμανῖτις, ἣ πολλῆς θεραπείας τὸν προφήτην ἠξίου. Ἧς τὴν ἐπιμέλειαν ἀμειβόμενος ὁ προφήτης, ἤρετο εἰ ἔστιν αὐτῇ λόγος λαλῆσαι πρὸς τὸν βασιλέα, ἢ πρὸς τὸν ἄρχοντα τῆς δυνάμεως· καὶ δυνάμενος αὐτῇ παρασχεῖν τὴν θείαν ἐπικουρίαν, καὶ τῆς ἀνθρωπίνης αὐτὴν ἀξιῶσαι βούλεται προμηθείας. ΕΡΩΤ. ΙΕʹ. Τί ἐστιν· «Ἐν μέσῳ τοῦ λαοῦ μου ἐγὼ κατοικῶ;» Ἀπραγμοσύνῃ, φησὶ, χαίρω, καὶ εἰρηνικῶς διάγω, καὶ πρός τινα ἔχειν ἀμφισβήτησιν οὐκ ἀνέχομαι. ΕΡΩΤ. Ιϛʹ. Πῶς νοητέον· «Κατὰ τὸν καιρὸν τοῦτον, ὡς ἡ ὥρα αὕτη, ζῶσα σὺ, καὶ συμπεριειληφυῖα υἱόν;» Τοῦτο καὶ πρὸς τὸν πατριάρχην Ἀβραὰμ ὁ τῶν ὅλων ἔφη Θεός· «Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός.» Δηλοῖ τοίνυν δι' ὧν εἴρηκεν ὁ προφήτης, ὡς αὐτὸς ἐφθέγγετο δι' αὐτοῦ ὁ τῶν ὅλων Κύριος. Οὗ δὴ χάριν καὶ ἀποφαντικῶς δέδωκε τὴν ὑπόσχεσιν ὑπερβαίνουσαν τῆς φύσεως τὴν ἀσθένειαν. Τῇ πείρᾳ μέντοι μαθοῦσα τοῦ προφήτου τὴν δύναμιν, καὶ τελευτῆσαν τὸ παιδίον ἤλπισεν ἀναστήσεσθαι. Ἐν τῇ κλίνῃ γὰρ τοῦτο τοῦ προφήτου νεκρὸν κατακλίνασα, καὶ τὴν θύραν ἀποκλείσασα, βαδίζουσα πρὸς τὸν προφήτην ἀφίκετο,