Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.761
Not analysed yet
σθω βλάσφημον τὴν φωνήν. Ἐπεὶ καὶ ὁ προφήτης Δαβὶδ ἐν τῇ πνευματικῇ μελῳδίᾳ φησίν· «Ὦ Κύριε, σῶσον δὴ, ὦ Κύριε, εὐόδωσον δή.» Παραδόξως δὲ ἄγαν ὁ προφήτης ἀνήγαγε τὸ σιδήριον. Ξύλον γὰρ ἐμβαλὼν, παρεσκεύασεν ἐπιπολάσαι τὸ σιδήριον. Τοῦτο δὲ πάλιν προετύπου τὴν τοῦ Σωτῆρος ἡμῶν οἰκονομίαν. Ὥσπερ γὰρ τὸ μὲν κουφότατον ξύλον ὑποβρύχιον γέγονεν, τὸ δὲ βαρύτατον ἐπεπόλασε σιδήριον· οὕτω τῆς θείας φύσεως ἡ κατάβασις τῆς ἀνθρωπίνης φύσεως ἐπραγματεύσατο τὴν ἀνάβασιν. ΕΡΩΤ. Κʹ. Τί ἐστιν· «Εἰς τὸν τόπον τὸν Φελμουνί;» Ὡς ἄν τις εἴποι, «Εἰς τόνδε τὸν τόπον·» τοῦτο γὰρ δηλοῖ τὸ φελμουνί. Ἀξιάγαστον δὲ τοῦ προφήτου καὶ τοῦτο. Θηρευθεὶς γὰρ ἐθήρευσε τοὺς θηρεύσαντας, καὶ ἀχλὺν τοῖς τούτων ὀφθαλμοῖς ἐπαγαγὼν, εἰς τὴν βασιλεύουσαν αὐτοὺς εἰσήγαγε πόλιν. Εἶτα τὴν ἀχλὺν ἀποσκεδάσαι τὸν Θεὸν ἱκετεύσας, γνῶναι παρεσκεύασεν ὡς εἴσω τῶν ἀρκύων ἐλήφθησαν· καὶ ὅτι ζωγρῆσαι πειραθέντες ἐζώγρηνται. Ἀξιέπαινον δὲ αὐτοῦ κἀκεῖνο. Τοῦ γὰρ βασιλέως ἀνελεῖν πειραθέντος, ἔφη· «Οὐ πατάξεις οὓς οὐκ ᾐχμαλώτευσας ἐν ῥομφαίᾳ σου καὶ τόξῳ σου. Παράθες αὐτοῖς ἄρτους καὶ ὕδωρ, καὶ φαγέτωσαν, καὶ πιέτωσαν, καὶ ἀποστατήτωσαν πρὸς τὸν κύριον αὐτῶν.» Εἰ σφαγεῖεν, φησὶν, οὐ γνωσθήσεται τῆς θαυματουργίας τὸ μέγεθος· εἰ δὲ ὑγιεῖς ἀπέλθοιεν πρὸς τὸν ἀποστείλαντα, μαθήσεται κἀκεῖνος τοῦ Θεοῦ τοῦ ἡμετέρου τὴν δύναμιν. ΕΡΩΤ. ΚΑʹ. Ἡ κόπρος τῶν περιστερῶν ποίαν χρείαν ἐπλήρου; Ἡ τῆς πολιορκίας ἀνάγκη, καὶ τοῦ λιμοῦ τὸ μέγεθος, ἠνάγκασεν αὐτοὺς ἀντὶ ἁλῶν κεχρῆσθαι τῇ κόπρῳ. ΕΡΩΤ. ΚΒʹ. Τί δήποτε προσέταξεν ὁ προφήτης κλεισθῆναι τὴν θύραν, καὶ ἐπισχεθῆναι τὸν παρὰ τοῦ βασιλέως σταλέντα; Ὁ ἐμβρόντητος βασιλεὺς, τοῦ πατρὸς καὶ τῆς μητρὸς τὴν μιαιφονίαν ἐζηλωκὼς, προσέταξεν ἀποτεμεῖν τοῦ προφήτου τὴν κεφαλήν· καὶ ταῦτα σάκκον περιβεβλημένος, καὶ τὸν Θεὸν ἱκετεύων λῦσαι καὶ σκεδάσαι τὸ στυγνὸν ἐκεῖνο νέφος καὶ τετριγός. Καὶ δέον ἱκετεῦσαι τὸν προφήτην, ὥστε τὴν ὑπὲρ αὐτοῦ πρεσβείαν προσενεγκεῖν τῷ Θεῷ, τοῦτο μὲν οὐκ ἐποίησεν, ἠπείλησε δὲ κατασφάττειν ὡς ἀμελοῦντα, ἢ ὡς ἑκόντα παρορῶντα τῆς συμφορᾶς τὴν