Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.764
Not analysed yet
ὑπερβολήν. Ἀλλ' εὐθὺς μεταμεληθεὶς ἔδραμεν ἐπέχων τὸν φόνον. Τοῦτο γὰρ καὶ ὁ προφήτης δεδήλωκεν· «Εἰ ἑωράκατε γὰρ, φησὶν, ὅτι καὶ ἀπέστειλεν ὁ υἱὸς τοῦ φονευτοῦ οὗτος ἀφελεῖν τὴν κεφαλήν μου; Ἴδετε ὡς ἐὰν εἰσέλθῃ ὁ ἄγγελος, ἀποκλείσατε τὴν θύραν, καὶ ἐκθλίψατε αὐτὸν ἐν τῇ θύρᾳ· οὐκ ἰδοὺ ἡ φωνὴ τῶν ποδῶν τοῦ Κυρίου αὐτοῦ κατόπισθεν αὐτοῦ;» Ἄλλ' ὅμως καὶ ταῦτα πάσχων ὁ προφήτης ἱκέτευσε τὸν Δεσπότην, καὶ τὴν πολιορκίαν ἀθρόως διέλυσε. Μετὰ τοῦτο τὸ διήγημα, ὁ τὴν ἱστορίαν συγγράψας ἐδίδαξεν ἡμᾶς, ὡς τῇ Σωμανίτιδι τὸν ἐσόμενον λιμὸν ὁ προφήτης προείρηκεν. Μεμήνυκε δὲ καὶ τὸν χρόνον. «Κύριος γὰρ, φησὶν, ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν, καὶ παρέσται ἐπὶ τὴν γῆν ἑπτὰ ἔτη.» Αἰνίττεται δὲ ὁ λόγος, ὡς ὁ Ἰσραὴλ τοῦ λιμοῦ τὴν τιμωρίαν ἐδέξατο. Διὸ δὴ τῇ Σωμανίτιδι παρεγγύησε λέγων· «Ἀνάστηθι καὶ πορεύου σὺ, καὶ ὁ υἱός σου, καὶ ὁ οἶκός σου· καὶ παροίκει οὗ ἐὰν εὕρῃς ἐκεῖ.» Εἰ δὲ κοινὸς ἦν πάσης τῆς γῆς ὁ λιμὸς, οὐκ ἂν αὐτὴν ἑτέρωσε ἀπεστάλκει. Δῆλον τοίνυν, ὡς ὁ Ἰσραὴλ ταῖς θεηλάτοις πληγαῖς ἐπαιδεύετο, ὡς μετὰ τοσαύτην ἐπιμέλειαν δυσσεβῶς πολιτευόμενος. Μανθάνομεν δὲ καὶ ἐντεῦθεν, ὡς διπλῆς τετύχηκε χάριτος ὁ προφήτης· τοῦδε γὰρ τοῦ λιμοῦ ὁ χρόνος διπλάσιος. ΕΡΩΤ. ΚΓʹ. Τί δήποτε τοῦ Βαραδὰδ ὁ προφήτης τὴν τελευτὴν προειπὼν τῷ Ἀζαὴλ, παρεσκευάσατο εἰπεῖν αὐτῷ, Ζωῇ ζήσῃ; Ὁ τῶν ὅλων Θεὸς Ἠλίᾳ τῷ μεγάλῳ παρεκελεύσατο χρίσαι μὲν τὸν Ἑλισσαῖον προφήτην, τὸν δὲ Ἀζαὴλ εἰς βασιλέα Συρίας, καὶ τὸν Ἰηοῦ εἰς βασιλέα Ἰσραήλ. Ἀλλὰ τὸν μὲν Ἑλισσαῖον ἔχρισεν, ὡς προσετάχθη, τοὺς βασιλεῖς δὲ οὐκ ἔχρισεν· ἔφθασε γὰρ ἀναληφθῆναι, Ὁ δὲ Ἑλισσαῖος, διπλῆν τὴν ἐκείνου χάριν δεξάμενος, πρῶτον εἰς τὴν Δαμασκὸν ἀπελήλυθεν, ὥστε χρίσαι τὸν Ἀζαήλ. Ὁ τοίνυν Βαραδὰδ (ἓν γάρ ἐστιν ὄνομα, υἱὸς Ἄδερ), μαθὼν τοῦ προφήτου τὴν παρουσίαν, ἀπέστειλε τὸν Ἀζαὴλ, καὶ δῶρα πολυτελῆ καὶ φιλότιμα, ὥστε μαθεῖν εἰ τῆς ἀῤῥωστίας ἀπαλλαγήσεται. Ἀφικομένῳ τοίνυν τῷ Ἀζαὴλ ὁ προφήτης προεῖπε καὶ τὴν αὐτοῦ βασιλείαν, καὶ τοῦ πεπομφότος τὸν θάνατον. Εἶπε δὲ αὐτῷ, μὴ μηνῦσαι τὸν θάνατον, ἵνα μὴ ἀθυμῶν ὑπεξέλθῃ τοῦ βίου. Ἰδὼν μέντοι τὸν Ἀζαὴλ ὁ προφήτης, τὰς τῶν δακρύων ἀφῆκε λιβάδας· προεώρα γὰρ τὰς ἐσομένας δι' αὐτοῦ τῷ Ἰσραὴλ συμφοράς. Τοῦτο γὰρ καὶ αὐτῷ προμεμήνυκεν.