Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.773
Not analysed yet
ται,» τῶν Παραλειπομένων ἡ βίβλος οὕτως ἔχει· «Εἰσπορευόμενος εἰς τὸν οἶκον ἀποθανεῖται.» Οὕτω δὲ καὶ ὁ Ἰώσηπος εἴρηκε. Τὸ δὲ, «Ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς, ἕως ὠμίας τοῦ οἴκου τῆς ἀριστερᾶς,» δηλοῖ ὡς μονοειδὲς σχῆμα οἱ Λευῗται πεποιηκότες, τὰ κέρατα εἶχον συνημμένα τῷ οἴκῳ, καὶ ἐν μέσῳ δὲ ὄντα τὸν βασιλέα ἐφρούρουν, ὁ δὲ στρατὸς ὁπλοφόρων ἔξω εἱστήκει, τοὺς εἰσιέναι πειρωμένους ἐπέχων. ΕΡΩΤ. ΛΗʹ. Τί ἐστιν· «Ἔδωκεν ἐπ' αὐτὸν τὸ ἁγίασμα καὶ τὸ μαρτύριον;» Ἡ βίβλος τῶν Παραλειπομένων οὕτως ἔχει· «Ἔδωκεν ἐπ' αὐτὸν τὸ βασίλειον, καὶ τὸ μαρτύριον· καὶ ἐβασίλευσαν αὐτὸν, καὶ ἔχρισαν αὐτὸν Ἰωδαὲ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ εἶπον, Ζήτω ὁ βασιλεύς.» Ὡς εἶναι δῆλον, ὅτι τὸ μὲν ἁγίασμα χρίσμα ἐκάλεσε· μαρτύριον δὲ τὸν βασιλικὸν στέφανον, ὡς τῆς βασιλείας δηλωτικόν· σύνδεσμον δὲ τὴν τυραννίδα εἰώθασιν ὀνομάζειν. Τοιαύτη δὲ ἦν τῆς Γοθολίας ἡ πονηρία, ὅτι τὸν ἔκγονον βεβασιλευκότα θεασαμένη, καὶ τὴν ἐσθῆτα διέῤῥηξε, καὶ ἐβόησε· «Σύνδεσμος, σύνδεσμος.» Ἀλλὰ καὶ τοῖς ἑκατοντάρχοις ἐκέλευσεν ὁ σοφώτατος ἱερεὺς «ἔξω τῶν ἱερῶν ἀνελεῖν αὐτὴν περιβόλων.» Κἀνταῦθα δὲ ἡ μὲν τῶν Βασιλειῶν βίβλος, «ἔξωθεν τῶν σαδηρὼθ,» ἔχει, τῶν δὲ Παραλειπομένων, «ἐκτὸς τοῦ οἴκου.» ΕΡΩΤ. ΛΘʹ. Πῶς νοητέον τό· «Διέθετο Ἰωδαὲ ὁ ἱερεὺς διαθήκην ἀναμέσον Κυρίου, καὶ ἀναμέσον τοῦ λαοῦ, τοῦ εἶναι εἰς λαὸν Κυρίου;» Τὴν διαθήκην πανταχοῦ οἱ ἄλλοι ἑρμηνευταὶ συνθήκην εἰρήκασι. Τέθεικε, φησὶ, καὶ ὅρους καὶ νόμους, καὶ τῷ βασιλεῖ καὶ τῷ λαῷ, ὥστε μόνῳ τῷ Κυρίῳ δουλεύειν, καὶ κατὰ τοὺς αὐτοῦ πολιτεύεσθαι νόμους. Ὅσον δὲ ὀνίνησι διδάσκαλος εὐσεβὴς, καὶ ἡ ἱστορία διδάσκει· «Ἐποίησε γὰρ, φησὶ, Ἰωὰς τὸ εὐθὲς ἐνώπιον Κυρίου πάσας τὰς ἡμέρας, ἃς ἐφώτισεν αὐτὸν Ἰωδαὲ ὁ ἱερεύς.» Τὸ δὲ ἀτελὲς καὶ τοῦδε τοῦ βασιλέως, καὶ τοῦ λαοῦ, ὁ ἱστοριογράφος ἐδίδαξεν. Ἐπήγαγε γάρ· «Πλὴν τῶν ὑψηλῶν οὐκ ἀπέστησαν· ἔτι ὁ λαὸς ἐθυσίαζον καὶ ἐθυμίων ἐν τοῖς μετεώροις.» Οἶμαι δὲ νῦν μὴ τῶν ψευδωνύμων αὐ-