Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.776
Not analysed yet
τοῖς θεῶν ἐπιμέμφεσθαι λατρείαν, ἀλλὰ τὰς παρὰ τὸν Μωσαϊκὸν νόμον ἔξω τοῦ Θεοῦ νεὼ γεγενημένας θυσίας. ΕΡΩΤ. Μʹ. Τί ἐστι· «Ἀργύριον συντιμήσεως ἀνδρὸς, ἀργύριον συντιμήσεως ψυχῶν;» Τούτων τὸν νοῦν τὸ Δευτερονόμιον ἑρμηνεύοντες δεδηλώκαμεν. Προσέταξε γὰρ ὁ Δεσπότης τοὺς ὑπισχνουμένους τὴν ὑπὲρ αὐτῶν τιμὴν προσφέρειν τῷ Σωτῆρι Θεῷ πόσους σίκλους προσήκει διδόναι. Ἐκέλευσε τοίνυν ὁ βασιλεὺς Ἰωὰς ἅπαν τὸ προσφερόμενον ἀργύριον τοὺς ἱερέας κομίσασθαι, καὶ αὐτοὺς ποιεῖσθαι τὴν προσήκουσαν θεραπείαν τοῦ νεώ. Τοῦτο γὰρ λέγει, «Αὐτοὶ κραταιώσουσι τὸ βεδὲκ οἴκου Κυρίου, εἰς πάντα οὗ ἐὰν εὑρεθῇ ἐκεῖ.» Βεδὲκ δὲ καλεῖ τῶν ἐφθαρμένων ξύλων ἢ λίθων τὴν θεραπείαν. Ἡ δὲ τῶν Παραλειπομένων βίβλος ἀντὶ τοῦ «ποιῆσαι τὸ βεδὲκ,» «ἐπισκευάσαι τὸν οἶκον Κυρίου,» λέγει, καὶ πάλιν, «τοῦ θεραπεῦσαι τὸν οἶκον Κυρίου.» ΕΡΩΤ. ΜΑʹ. Πῶς νοητέον· Καὶ μετεμελήθη Κύριος, καὶ ᾤκτειρεν αὐτοὺς διὰ τὴν διαθήκην αὐτοῦ πρὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ; Ἰωάχας ὁ τοῦ Ἰηοῦ υἱὸς, ὁ τῶν δέκα φυλῶν βασιλεὺς, εἰς ἀσέβειαν ἀποκλίνας, κοινωνὸν ἔσχε τὸν λαὸν τῆς τῶν εἰδώλων λατρείας. Δίκας τοίνυν αὐτοὺς ὁ Θεὸς εἰσπραττόμενος, τῷ Ἀζαὴλ παρέδωκεν ὃν χειροτονῶν βασιλέα Συρίας Ἑλισσαῖος ὁ μέγας πλεῖστα ἐξέχεε δάκρυα· ἅτε δὴ προβλέπων τὸν ὄλεθρον, ὃν ἔμελλεν ποιήσων ταῖς δέκα φυλαῖς. Οὕτω γὰρ αὐτοὺς ἀνήλωσεν, ὡς ἱππεῖς μὲν αὐτοῖς ὑπολειφθῆναι πεντήκοντα, ἅρματα δὲ δέκα, πεζοὺς δὲ μυρίους. Πλείους δὲ πολλάκις τῶν ἑκατὸν ἐσχήκασι μυριάδων. Ἀλλ' ᾤκτειρε πάλιν αὐτοὺς ὁ Θεὸς, καὶ τὰς οἰκείας αὐτοῖς ἀποδέδωκε πόλεις. Ταύτην ἐκάλεσεν ὁ συγγραφεὺς μεταμέλειαν, τουτέστιν, ἀπὸ τῆς δυσκληρίας εἰς εὐκληρίαν μεταβολήν. ΕΡΩΤ. ΜΒʹ. Τί δήποτε μέλλων τελευτᾷν ὁ προφήτης Ἰωάχας τῷ τοῦ Ἰωᾶς υἱῷ διὰ τόξου καὶ βέλους τὴν ἐσομένην ἐμήνυσε νίκην; Οὐχ οὕτως ἐπίστευεν τοῖς λόγοις, ὡς ταῖς δι' ἔργων προῤῥήσεσιν. Οὗ δὴ χάριν καὶ τόξον τεῖναι ἐκέλευσε, καὶ προσαρμόσαι τούτῳ τὸ βέλος. Ὑπολαβὼν δὲ ὡς