Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.796
Not analysed yet
βασιλεῖ. Ὁ δὲ βασιλεὺς τὰ ἐγκείμενα γνούς, καὶ τοὺς ἀρχιερέας, καὶ τοὺς ἄρχοντας πρὸς Ὀλδὰν ἀπέστειλε τὴν προφῆτιν. Ὁ δὲ Θεὸς διὰ ταύτης κατὰ μὲν τοῦ λαοῦ, καὶ τοῦ ναοῦ, καὶ τῆς πόλεως, τὴν ψῆφον ἐξήνεγκε διὰ τὰς παρ' αὐτῶν τολμηθείσας παρανομίας· τῷ εὐσεβεῖ δὲ βασιλεῖ χρηστὰ προηγόρευσεν· «Ἀνθ' ὧν γὰρ, φησὶν, ἤκουσας τῶν λόγων μου, καὶ ἡπαλύνθη ἡ καρδία σου, καὶ ἐνετράπης ἀπὸ προσώπου μου, ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον, καὶ ἐπὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῷ, τοῦ γενέσθαι εἰς ἀφανισμὸν, καὶ διέῤῥηξας τὰ ἱμάτιά σου, καὶ ἔκλαυσας ἐνώπιόν μου· καί γε ἐγὼ ἤκουσα, φησὶ Κύριος. Οὐχ οὕτως· ἰδοὺ ἐγὼ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ συναχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ· καὶ οὐκ ὄψονται οἱ ὀφθαλμοί σου πάντα τὰ κακὰ, ἃ ἐπάγω ἐπὶ τὸν οἶκον τοῦτον, καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτόν.» Τοσοῦτον κατάνυξις καὶ δάκρυον τοὺς χρωμένους ὀνίνησι· τοσοῦτον εὐσεβὴς εὐεργετεῖ βασιλεὺς, ὅσον οἱ δυσσεβεῖς τοῖς ἀρχομένοις πημαίνονται. Ὥσπερ γὰρ Ἀμμὼν καὶ Μανασσῆς εἰς ἀσέβειαν ἐξέκλιναν τὸν λαὸν, καὶ ἄλση φυτεύσαντες, καὶ τεμένη τοῖς δαίμοσιν ἀναστήσαντες· οὕτως Ἰωσίας ὁ εὐσεβὴς βασιλεὺς τὰ τῷ Βάαλ, καὶ τῇ Ἀστάρτῃ, καὶ τοῖς ἄλλοις εἰδώλοις κατασκευασθέντα σκεύη ἐν τῷ χειμάῤῥῳ τῶν κέδρων συνέτριψε καὶ ἐχώνευσεν· ἐν δὲ τῇ Βαιθὴλ τοὺς τῶν εἰδώλων ἱερέας κατέκαυσε. Τὸ δὲ Μαζουρὼθ ἀστέρος οἶμαι ὄνομα εἶναι, καὶ τοπάζω τὸν ἑωσφόρον οὕτως ὠνομάσθαι. Ἔφη γὰρ οὕτως· «Καὶ ἐθυμίων τῷ Βάαλ, καὶ τῷ ἡλίῳ, καὶ τῇ σελήνῃ, καὶ τοῖς Μαζουρὼθ, καὶ πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ.» ΕΡΩΤ. ΝΕʹ. Τίνα λέγει τὸν οἶκον τῶν Καδησεὶμ, τῶν ἐν οἴκῳ Κυρίου; Ὁμωνύμως ἐκάλεσεν ἁγίους τοὺς δαίμονας. Τὸ γὰρ Κάδης ἅγιος ἑρμηνεύεται. «Ἐν τούτῳ δὲ τῷ οἴκῳ ὕφαινον, φησὶν, αἱ γυναῖκες στολὰς τῷ ἄλσει.» Τὸ δὲ ἄλσος, ὡς ἔφην πολλάκις, οἱ ἄλλοι ἑρμηνευταὶ ἢ Ἀσηρὼθ, ἢ Ἀσταρὼθ ὀνομάζουσιν. Ὄνομα δὲ τοῦτο τῆς Ἀφροδίτης· αὐτὴν γὰρ καλοῦσιν Ἀστάρτην. Ταύτης δὲ καὶ τὸ ξόανον ἔνδον ἔστησαν ἐν τῷ θείῳ ναῷ. Ἀλλ' ὁ ἀξιάγαστος βασιλεὺς καὶ τὸ ἄλσος ἐξέκοψε, καὶ τὸ ξόανον ἐξενήνοχε, καὶ πυρὶ παραδέδωκεν· οἱ δὲ περὶ τὸν