Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.797
Not analysed yet
Ἀκύλαν τὸ καδησεὶμ οὕτως ἡρμήνευσαν, «Οὗ ἐποίουν ἐνδύματα τοῖς ἐκπορνεύουσιν ἀπὸ Κυρίου.» Ὅτι δὲ ὑψηλὰ οὐ μόνον οἱ τῶν εἰδώλων ἐκαλοῦντο βωμοὶ, ἀλλὰ καὶ τὰ ἐν τοῖς ὑψηλοῖς χωρίοις δομηθέντα τῷ Θεῷ θυσιαστήρια, πάλιν ἡ ἱστορία διδάσκει. Λέγει γὰρ οὕτως· «Πλὴν οὐκ ἀνέβησαν οἱ ἱερεῖς τῶν ὑψηλῶν πρὸς τὸ θυσιαστήριον Κυρίου ἐν Ἱερουσαλὴμ, εἰ μὴ ἔφαγον ἄζυμα ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν.» Δῆλον δὲ, ὅτι ἐκ τοῦ ἱερατικοῦ γένους ὑπῆρχον οὗτοι. Εἰ δὲ τοῖς εἰδώλοις ἐλάτρευσαν, οὐκ ἂν αὐτοὺς ὁ εὐσεβὴς βασιλεὺς συγγνώμης ἠξίωσεν. ΕΡΩΤ. Νϛʹ. Τὸ Ταφὲθ τί δηλοῖ; Ἐν τῇ τῶν Ἑβραϊκῶν ὀνομάτων ἑρμηνείᾳ πτῶσιν εὗρον σημαῖνον τὸ ὄνομα. Τόπος δὲ ἦν οὗτος, ἐν ᾧ διῆγον ἐν πυρὶ τὰ παιδία τῷ Μελχώλ· Ἀμμανιτῶν δὲ ἦν τοῦτο τὸ εἴδωλον. Τοῦτο δὲ καὶ ἡ ἱστορία δεδήλωκεν. «Ἐμίανε γὰρ, φησὶ, τὸ Ταφὲθ τὸ ἐν φάραγγι υἱοῦ Ἐννὸμ, τοῦ μὴ διάγειν ἄνδρα τὸν υἱὸν αὑτοῦ ἐν πυρὶ τῷ Μελχώλ.» Τὸ δὲ φαρουρὶμ τοῦ φρουρίου οἱ περὶ τὸν Σύμμαχον ἡρμήνευσαν. Ὅπως δὲ τοῦτον ἐμίανεν ὁ εὐσεβὴς βασιλεὺς, ἡ ἱστορία διδάσκει· «Ἔπλησε γὰρ, φησὶ, τοὺς τόπους αὐτῶν ὀστέων ἀνθρώπων.» Καὶ πάλιν· «Ἀπέστειλε καὶ ἔλαβε τὰ ὀστᾶ ἐκ τῶν τάφων, καὶ κατέκαυσεν αὐτὰ ἐπὶ τὸ θυσιαστήριον, κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ Θεοῦ, ἐν τῷ ἑστᾶναι Ἱεροβοὰμ ἐπὶ τὸ θυσιαστήριον ἐν τῇ ἑορτῇ.» Ὅτι δὲ οὐ ψευδοπροφήτης ἦν ὁ τὸν ἄνθρωπον τοῦ Θεοῦ παραπείσας τροφῆς μεταλαβεῖν παρ' αὐτῷ, καὶ ἐντεῦθεν καταμαθεῖν εὐπετές. Διεσώθη γὰρ, φησὶ, τὰ ὀστᾶ τοῦ πρεσβυτέρου τοῦ προφήτου, τοῦ κατοικοῦντος ἐν Βαιθὴλ, μετὰ τῶν ὀστῶν τοῦ ἀνθρώπου τοῦ Θεοῦ τοῦ ἥκοντος ἐξ Ἰούδα, καὶ λελαληκότος πάντα τὰ ἔργα, ἃ ἐποίησεν Ἰωσίας. ΕΡΩΤ. ΝΖʹ. Τί δήποτε καὶ περὶ τοῦ Ἐζεκίου, καὶ περὶ τοῦ Ἰωσίου, τὰ αὐτὰ ἔφη· ὅτι ὅμοιος αὐτοῦ οὐκ ἐγένετο ἔμπροσθεν αὐτοῦ, καὶ μετ' αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ; Οὔτε ἐκεῖνον τούτῳ συνέκρινεν, οὔτε τοῦτον ἐκείνῳ, ἀλλὰ τοῖς ἄλλοις τοῖς δόξασιν εὐσεβεῖν, τῷ Ἀσᾷ, καὶ τῷ Ἰωσαφὰτ, καὶ τῷ Ἰωάθαμ· καὶ τοῦτον κἀκεῖνον παρεξετάσας, τούτους κρείττους