Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.801
Not analysed yet
ΕΙΣ ΤΗΝ ΠΡΩΤΗΝ ΤΩΝ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ. Τῆς βίβλου τῶν Παραλειπομένων τὴν ὑπόθεσιν ἡ προσηγορία δηλοῖ. Ὅσα γὰρ παρέλιπεν ὁ τὰς Βασιλείας συγγεγραφὼς, ταῦτα συντέθεικεν ὁ τόνδε τὸν πόνον ἀναδεξάμενος, ἐκ πολλῶν αὐτὰ προφητικῶν βιβλίων συναγαγών. Πολλὰ δὲ καὶ τῶν ἐκεῖ συγγεγραμμένων τούτοις συνήρμοσεν, ἵνα φυλάξῃ τῆς ἱστορίας τὴν ἁρμονίαν· Ἄνωθεν δὲ ἀπὸ τῆς γενεαλογίας ἤρξατο, ἵνα δείξῃ συντόμως, ὡς ἐξ ἑνὸς ἀνθρώπου πάντα τὰ φῦλα τῶν ἀνθρώπων ἐβλάστησεν. Ἐπειδὴ δὲ μόνης τῆς Ἰούδα βασιλείας ποιεῖ τὴν μνήμην, διδάσκει τίνες αἱ τούτων πόλεις καὶ κῶμαι, καὶ ἐκ τίνων τὰς προσηγορίας ἐσχήκασιν. Ἐντεῦθεν μανθάνομεν ὡς Νάθαν, ἐξ οὗ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν ἐγενεαλόγησεν ὁ Λουκᾶς ὁ θαυμάσιος, καὶ τοῦ Δαβὶδ ἦν υἱὸς, καὶ τοῦ Σολομῶντος ὁμομήτριος ἀδελφός. «Οὗτοι γὰρ, φησὶ, τῷ Δαβὶδ ἐτέχθησαν ἐν Ἱερουσαλὴμ, Σαμαὰ, καὶ Σωβὰβ, καὶ Νάθαν, καὶ Σολομὼν, υἱοὶ τέσσαρες τῆς Βηρσαβεὲ θυγατρὸς Ἠλᾶ.» Καὶ τὸν Ῥηχὰβ δὲ, τὸν πολλαχοῦ τῆς Γραφῆς ἐπαινούμενον, αὕτη δείκνυσιν ἡ βίβλος ἐκ τῆς Ἰούδα ὄντα φυλῆς. Διδάσκει δὲ σαφέστερον τὴν αἰτίαν, δι' ἣν ὁ μὲν Ῥουβεὶμ τῶν πρωτοτοκίων ἐξέπεσεν, ὁ δὲ Ἰωσὴφ τούτων τετύχηκεν, ἡ δὲ Ἰούδα φυλὴ τιμῆς ἀπήλαυσε πλείονος. «Υἱοὶ γὰρ, φησὶ, Ῥουβεὶμ πρωτοτόκου Ἰσραὴλ, ὅτι αὐτὸς ὁ πρωτότοκος. Ἐν δὲ τῷ βεβηλῶσαι τὴν στρωμνὴν τοῦ πατρὸς αὐτοῦ, ἔδωκε τὰ πρωτοτόκια αὑτοῦ τοῖς υἱοῖς Ἰωσὴφ, καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτόκια ὁ Ῥουβεὶμ, ὅτι Ἰούδας δυνατὸς ἰσχύει ἐν τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἰς ἡγούμενον ἐξ αὐτοῦ, καὶ τὰ πρωτοτόκια τῷ Ἰωσήφ.» Δηλοῖ δὲ ὁ λόγος, ὡς τὰ μὲν πρεσβεῖα τῶν πρωτοτοκίων ὁ Ἰωσὴφ ἐκομίσατο, τὴν δὲ ἡγεμονίαν Ἰούδας ἐδέξατο διὰ τὸν ἐξ αὐτοῦ κατὰ σάρκα βλαστήσαντα Κύριον. Τοῦτο γὰρ αἰνίττεται τὸ εἰς ἡγούμενον ἐξ αὐτοῦ. Οὐ γὰρ μόνους τοὺς ἐξ αὐτοῦ βασιλέας ὁ λόγος δηλοῖ, ἀλλὰ καὶ τὸν αἰώνιον βασιλέα, ὃς οὔτε ἀρχὴν ἔσχεν ἡμερῶν, οὐδὲ