Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.804
Not analysed yet
τέλος λήψεται. Διδάσκει δὲ, ὅπως καὶ αἱ πέραν τοῦ Ἰορδάνου φυλαὶ, ἡ τοῦ Ῥουβεὶμ, καὶ ἡ τοῦ Γὰδ, καὶ τὸ ἥμισυ τῆς Μανασσήτιδος φυλῆς, συνεπλάκησαν τοῖς Ἀγαρηνοῖς, καὶ τοῖς Ἰτουραίοις καὶ Ναφισαίοις, καὶ τοῖς ἄλλοις τοῖς μετὰ τούτων παρατασσομένοις, καὶ ὡς μάχης καρτερᾶς γενομένης κατακράτος ἐνίκησαν, καὶ τοὺς Ἀγαρηνοὺς ἐξήλασαν. Λέγει δὲ καὶ τὴν αἰτίαν τῆς νίκης, «Ὅτι τῷ Θεῷ, φησὶν, ἐβόησαν ἐν τῷ πολέμῳ, καὶ ἐπήκουσεν αὐτῶν, ὅτι ἐπεποίθεισαν ἐπ' αὐτῷ.» Συνέγραψε δὲ καὶ τῆς λείας τὸν ἀριθμόν· «Πεντήκοντα γὰρ, φησὶ, χιλιάδας καμήλων ἔλαβον, καὶ προβάτων διακοσίας καὶ πεντήκοντα χιλιάδας, καὶ ὄνους δισχιλίους, καὶ ψυχὰς ἀνθρώπων ἑκατὸν χιλιάδας. Τραυματίαι γὰρ πολλοὶ ἦσαν, ὅτι παρὰ Θεοῦ ἦν ὁ πόλεμος, καὶ κατῴκισαν ἀντ' αὐτῶν ἕως τῆς ἀποικίας.» Γενεαλογεῖ δὲ καὶ τοὺς ἱερέας, καὶ τοὺς Λευΐτας· καὶ λέγει τὸν Σαδοὺκ, τὸν ἐπὶ τοῦ Δαβὶδ ἀρχιερατεύσαντα, ἑνδέκατον ἀπὸ Ἀαρὼν γεγενῆσθαι· Ἀζαρίαν δὲ, ὃς ἔκγονος ἦν τοῦ Σαδοὺκ, πρῶτον ἐν τῷ ναῷ οἰκοδομηθέντι ὑπὸ τοῦ Σολομῶντος ἱερατεῦσαι. Ἐκ τούτων ἦν καὶ Ἰωσεδὲκ, ὃς δορυάλωτος εἰς Βαβυλῶνα μετὰ τῶν ἄλλων ἀπήχθη. Τούτου υἱὸς ἦν Ἰησοῦς ὁ ἱερεὺς ὁ μέγας, ὃς σὺν τῷ Ζοροβάβελ τὴν αἰχμαλωσίαν ἐπανήγαγε, καὶ τὸν θεῖον ναὸν ᾠκοδόμησεν. Ἐντεῦθεν μανθάνομεν, ὡς Κορὲ ὁ κατὰ Μωσῆ τοῦ μεγάλου τὴν στάσιν ἐγείρας, τοῦ Σισαὰρ ἦν ἔκγονος· ὃς τοῦ μὲν Καὰθ ἦν υἱὸς, ἀδελφὸς δὲ Ἀμρὰμ τοῦ πατρὸς Ἀαρὼν καὶ Μωσῆ· τοιγάρτοι ἀνεψιδοῦς ἦν τοῦ νομοθέτου. Ἀλλ' οὗτος μὲν ἐν τῇ ἐρήμῳ δίκας εἰσεπράχθη τῆς τυραννίδος· οἱ δὲ υἱοὶ τῆς τιμωρίας οὐκ ἐκοινώνησαν τῷ γεννήτορι. Αὐτίκα γοῦν Σαμουὴλ ὁ μέγας ἐκ τούτου κατάγει τὸ γένος. Καὶ Αἰμὰν δὲ ὁ ψαλτῳδὸς ἔκγονος ἦν Σαμουὴλ τοῦ προφήτου· υἱὸς γὰρ ἦν Ἰωὴλ τοῦ υἱοῦ Σαμουήλ. Ὁ δὲ Ἀσὰφ, εἷς δὲ καὶ οὗτος τῶν ψαλτῳδῶν, ἐκ τοῦ Γερσὼν κατῆγε τὸ γένος, ὃς υἱὸς μὲν ἦν τοῦ Λευΐ, ἀδελφὸς δὲ τοῦ Καάθ. Ὁ δὲ Αἰθὰμ, καὶ οὗτος δὲ τῶν ᾀδόντων ἐτύγχανεν ὢν, πρόγονον εἶχε τὸν Μεραρὶ, τὸν τρίτον υἱὸν τοῦ Λευΐ. Διδάσκει δὲ καὶ τῶν ἱερέων, καὶ τῶν Λευϊτῶν τὸ διάφορον. Λέγει γὰρ τοὺς Λευΐτας δεδόσθαι εἰς πᾶσαν δουλείαν τῆς σκηνῆς οἴκου τοῦ Θεοῦ. «Καὶ Ἀαρὼν, φησὶ, καὶ οἱ υἱοὶ αὐτοῦ, θυμιῶντες ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων, καὶ ἐπὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος, καὶ εἰς πάντα τὰ ἔργα τοῦ Ἁγίου τῶν ἁγίων, καὶ τοῦ ἐξιλάσκεσθαι περὶ τοῦ Ἰσραὴλ, κατὰ πάντα ὅσα ἐνετείλατο Μωσῆς ὁ δοῦλος τοῦ Θεοῦ.» Δοκεῖ δὲ