Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.809
Not analysed yet
τῶν Ἀμαληκιτῶν τὸ στίφος ὠνόμασεν· ἡ δὲ τῶν Βασιλειῶν βίβλος σύστρεμμα αὐτὸ κέκληκε. Καταλέγων δὲ τοὺς συνελθόντας εἰς τὴν Χεβρὼν ὁ συγγραφεὺς, ἔφη καὶ ταῦτα· «Ἀπὸ τῶν υἱῶν Ἰσαὰρ, γινώσκοντες σύνεσιν εἰς τοὺς καιροὺς αὐτῶν, γινώσκοντες τί ποιήσει Ἰσραὴλ εἰς τὰς ἀρχὰς αὑτοῦ, διακόσιοι, καὶ πάντες ἀδελφοὶ αὐτῶν μετ' αὐτῶν.» Τούτους δὲ ἐπὶ σοφίᾳ τεθαύμακεν, ὡς ἱκανοὺς καὶ δεινοὺς ἰδεῖν τὸ πρακτέον, καὶ προϊδεῖν, οὐ προφητικῶς, ἀλλὰ συνετῶς, τὰ ἐσόμενα, καὶ τὰ συμφέροντα εἰσηγήσασθαι. Τῆς κιβωτοῦ δὲ μετακομιζομένης, ὁ Ὀζὰ περιτρεπομένην ἰδὼν προσήρεισε τὴν χεῖρα· ἐκολάσθη δὲ, ὡς Λευΐτης ὢν, καὶ οὐχ ἱερεὺς, ὅτι πελάσαι ταύτῃ τετόλμηκε. Μόνων γὰρ ἦν τῶν ἱερέων τὸ ταύτην φέρειν ἐπ' ὤμων. Ἐπειδὴ δὲ δείσας ὁ Δαβὶδ εἰς τὸν βασιλικὸν αὐτὴν οἶκον εἰσαγαγεῖν οὐκ ἐτόλμησεν, ἀλλ' εἰς τὸν οἶκον Ἀβεδδαρᾶν τοῦ Χετθαίου κατέστησε· δεικνὺς ὁ Θεὸς, ὡς οὐκ οἶδεν Ἰσραηλίτου καὶ ἀλλοφύλου διαφορὰν, ἀλλ' εὐσέβειαν μόνην τιμᾷ, ἐπέκλυσε παντοδαπαῖς εὐλογίαις τοῦ ἀλλοφύλου τὴν οἰκίαν. Ταύτας ὁ Δαβὶδ τὰς πηγὰς θεασάμενος, εἰς τὰ βασίλεια πάλιν τὴν κιβωτὸν μετατέθεικεν. Ἔγνω δὲ τὴν αἰτίαν τῆς τοῦ Ὀζᾶ τιμωρίας· οὗ δὴ χάριν αὐτὴν οὐ δι' ἁμάξης, ἀλλὰ διὰ τῶν ἱερέων μετήνεγκεν. «Ἦραν γὰρ αὐτὴν, φησὶν, ὡς ἐνετείλατο Μωσῆς ἐν λόγῳ Κυρίου Θεοῦ Ἰσραὴλ κατὰ τὴν γραφὴν ἐν ἀναφορεῦσιν ἐπ' ὤμοις αὐτῶν.» Εἶτα λέγει καὶ τὰς διατάξεις τῶν ψαλτῳδῶν, καὶ τίνες μὲν ἐν κινύραις ᾖδον, τίνες δὲ ἐν νάβλαις, τίνες δὲ ἐν κυμβάλοις. Τὴν δὲ τῶν μουσικῶν ὀργάνων διαφορὰν ἐν ταῖς Βασιλείαις εἰρήκαμεν. ΕΡΩΤΗΣΙΣ Αʹ. Πῶς ὁ Δαβὶδ οὐκ ὢν ἱερεὺς ἐφοὺδ ἠμπίσχετο; Καὶ ἐπὶ Δαβὶδ γὰρ, φησὶν, ἐφοὺδ μόνον. Πολλάκις εἰρήκαμεν, ὅτι τὸ ἐφοὺδ ἐπένδυμα ὁ Ἀκύλας εἶπεν· ὁ δὲ Σύμμαχος ἐπωμίδα. Ἀλλ' ἦν ἐπενδύματα ἱερατικὰ, ἦν δὲ καὶ κοινά. Δῆλον δὲ, ὡς ὁ μέγας Δαβὶδ, καὶ θεοσεβὴς ὢν καὶ θεοφιλὴς ἀνὴρ, οὐκ ἂν παρέβη τὸν νόμον, οὐδ' ἱερατικὴν ἐτόλμησε περιβαλέσθαι στολήν. Ἀλλὰ διδάσκει λόγος, ὡς ἡγούμενος τῆς κιβωτοῦ, καὶ χορεύων, οὐ τὸ βασιλικὸν περιεβέβλητο σχῆμα, ἀλλ' ἐξωμίδα μόνην, ἣν νῦν καλοῦσιν Ἀρκαδίκιν. Τὸ δὲ χερχὰλ ἀντὶ κολλυρίδα ἐν ταῖς Βασιλείαις εὑρήκαμεν. Αἰνίττεται δὲ ἡ βίβλος, ὡς τοῦ πανευφήμου Δαβίδ εἰσιν ἅπαντες οἱ ψαλμοί. Λέγει δὲ οὕτως· «Ἔταξε Δαβὶδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν Κύριον ἐν χειρὶ Ἀσὰφ, καὶ τῶν ἀδελφῶν αὐτοῦ.» Διηνεκῶς δὲ τῆς ὑμνῳδίας ἐπετέλουν τὰς λειτουργίας, τῇ διαδοχῇ τὸν πόνον συλῶντες. Νῦν μὲν γὰρ οὗτοι, νῦν δὲ ἐκεῖνοι, τῷ ποιητῇ τῶν ὅλων ὕμνον προσέφερον. Λέγει δὲ ὅτι καὶ ἐν τῇ Γαβαὼν Σαδοὺκ τὸν ἱερέα προσφέρειν τὰς θυσίας ἐκέλευσεν, ἐπειδήπερ ἡ