Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.812
Not analysed yet
ὑπὸ Μωσῆ κατασκευασθεῖσα σκηνὴ ἐν ἐκείνῃ ἐπεπήγει τῇ πόλει. Ἡνίκα δὲ ὁ θεήλατος θάνατος ἐπηνέχθη τῷ λαῷ, καὶ τὸν ἄγγελον ἐπάγοντα τὸν ὄλεθρον ἐθεάσατο, ἐν τῇ ἁλῷ Ὀρνᾶ θυσιαστήριον ᾠκοδόμησεν, καὶ τὴν ὑπὲρ τοῦ λαοῦ θυσίαν προσήνεγκεν· οὐχ ὡς τὸν θεῖον παραβαίνων νόμον, ὃς ἐκέλευσεν ἐν τῷ πρὸ τῆς σκηνῆς θυσιαστηρίῳ τὰς θυσίας προσφέρειν· ἀλλὰ διὰ τὴν τοῦ λαοῦ τιμωρίαν ἠπείχθη τὸν Θεὸν ἱλεώσασθαι. Τοῦτο γὰρ καὶ ἡ ἱστορία ἐδίδαξε. «Καὶ ἡ σκηνὴ γὰρ, φησὶ, Κυρίου, ἣν ἐποίησε Μωσῆς ἐν τῇ ἐρήμῳ, καὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων, ἐν τῷ καιρῷ ἐκείνῳ ἦν ἐν Βαμᾷ τῇ ἐν Γαβαών· καὶ οὐκ ἠδυνήθη Δαβὶδ τοῦ πορευθῆναι ἔμπροσθεν αὐτῆς τοῦ ἐκζητῆσαι τὸν Θεὸν, ὅτι οὐ κατέπαυσεν ἀπὸ προσώπου τῆς ῥομφαίας τοῦ ἀγγέλου Κυρίου.» Εἶτα τὸν τόπον, ἐν ᾧ τὸν Θεὸν ἱλεώσατο τὴν θυσίαν προσενεγκὼν, ἀφιέρωσεν, ὥστε ἐν αὐτῷ τὸν θεῖον οἰκοδομηθῆναι ναόν. «Εἶπε γὰρ, φησὶ, Δαβὶδ, Οὗτός ἐστιν ὁ οἶκος τοῦ Θεοῦ, καὶ τοῦτο τὸ θυσιαστήριον εἰς ὁλοκαύτωσιν τῷ Ἰσραήλ.» Ὅτι δὲ οὐκ ἐμέμφθη πόῤῥω τῆς σκηνῆς τὴν θυσίαν προσενεγκὼν, ἡ ἱστορία διδάσκει. Τὰ γὰρ ἱερεῖα κατέκαυσεν οὐ χειροποίητον πῦρ, ἀλλ' οὐρανόθεν καταπεμφθέν. «Ἐβόησε γὰρ, φησὶ, Δαβὶδ πρὸς Κύριον, καὶ ἤκουσεν αὐτοῦ Κύριος ἐν πυρὶ ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως.» Ἐκέλευσε δὲ καὶ πάντας ἀριθμηθῆναι τοὺς προσηλύτους· καὶ τοὺς μὲν λιθοτόμους ἀπέφηνε, τοὺς δὲ μετακομίζειν τοὺς τεμνομένους λίθους προσέταξεν. Ἐνετείλατο δὲ τοὺς λίθους ἐν αὐταῖς ταῖς λιθοτομίαις καθαιρεῖσθαι καὶ ἀποξέεσθαι, εἶθ' οὕτω μετακομίζεσθαι. Τὸ δὲ, «Σὺ οὐκ οἰκοδομήσεις οἶκον τῷ ὀνόματί μου, ὅτι αἵματα πολλὰ ἐξέχεας ἐπὶ τῆς γῆς ἐναντίον μου,» εἰρῆσθαι οἶμαι εἰς ὠφέλειαν τῶν τὰς μιαιφονίας ἐργαζομένων. Οὐ γὰρ ἂν δίκαιον φόνον ἐπεμέμψατο βασιλεῖ, ὁ τοῦ Φινεὲς τὸν δίκαιον φόνον θυσίαν προσαγορεύσας. Καίτοι Φινεὲς ἱερεὺς ἦν ἐπαινούμενος. «Φινεὲς γὰρ, φησὶν, υἱὸς Ἐλεάζαρ ἔστησε τὸν θυμόν μου ἐν τῷ ζηλῶσαι αὐτὸν τὸν ζῆλόν μου.» Καὶ αὐτὸς δὲ ὁ προφήτης Δαβὶδ μετὰ πολλὰς ἔφη γενεάς· «Καὶ ἔστη Φινεὲς, καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος.» Καὶ Μωσῆς δὲ ὁ νομοθέτης τρισχιλίους ἀνεῖλε τελεσθέντας τῷ μόσχῳ, τοῖς Λευΐταις χρησάμενος ὑπουργοῖς· καὶ Σαμουὴλ δὲ ὁ μέγας αὐτόχειρ ἐγένετο τοῦ Ἄγαγ· καὶ Ἠλίας ὁ μέγας πεντήκοντα πρὸς τοῖς ὀκτακοσίοις κατέκτεινε τοῦ