Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.813
Not analysed yet
Βάαλ προφήτας καὶ ἱερέας. Δι' ἑτέραν τοιγαροῦν αἰτίαν οὐκ αὐτὸς, ἀλλ' ὁ τούτου παῖς, τὸν θεῖον νεὼν ᾠκοδόμησεν. Ἐπειδὴ γὰρ ἔμελλεν ὁ Χριστὸς, ὁ κατὰ σάρκα μὲν υἱὸς τοῦ Δαβὶδ, ὡς Θεὸς δὲ, καὶ κύριος τοῦ Δαβὶδ καὶ δεσπότης, τὰς κατὰ πᾶσαν τὴν οἰκουμένην οἰκοδομήσειν ἐκκλησίας, οὐκ εἴασε τὸν Δαβὶδ τὸν Ἰουδαϊκὸν οἰκοδομῆσαι νεών· ἀλλὰ τὸν ἐκείνου υἱὸν τοῦτο δρᾶσαι προσέταξεν, οὗ ἡ προσηγορία τὴν τοῦ Σωτῆρος ἡμῶν προετύπου εἰρήνην. Καὶ γὰρ Σολομὼν εἰρηνικὸς ἑρμηνεύεται· καὶ ὁ Κύριος ἡμῶν εἰρήνη προσαγορεύεται. Καὶ μάρτυς ὁ μακάριος Παῦλος βοῶν· «Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας.» Ἡ μέντοι ἱστορία διδάσκει τὸν τῶν Λευϊτῶν ἀριθμὸν, καὶ πόσαι μὲν χιλιάδες τῇ οἰκοδομίᾳ ἐπιστατεῖν προσετάγησαν, πόσαι δὲ κρίνειν, καὶ παιδεύειν τὸν νόμον, πόσαι δ' αὖ πάλιν πυλωρεῖν, καὶ φυλάσσειν τοῦ ναοῦ τὰς εἰσόδους, πόσαι δὲ ᾄδειν καὶ τῶν ὅλων τὸν Κύριον ἀνυμνεῖν. Λέγει δὲ ὅπως καὶ τοῦ Μωσέως τοὺς ἀπογόνους τοῖς Λευΐταις συνέταξε· «Μωσῆς γὰρ, φησὶν, ἄνθρωπος τοῦ Θεοῦ, καὶ οἱ υἱοὶ αὐτοῦ, ἐκλήθησαν ἐπὶ τῆς φυλῆς Λευΐ.» Ἐδίδαξε δὲ καὶ ὡς Σαδοὺκ ὁ ἀρχιερεὺς τοῦ Ἐλεάζαρ ἀπόγονος ἦν, ὁ δὲ Ἀβιμέλεχ τοῦ Ἰθάμαρ· καὶ ὅτι πλειόνων εὑρεθέντων ἀπὸ τοῦ Ἐλεάζαρ καταγόντων τὸ γένος, δύο μοίρας ἐν ταῖς ἐφημερίαις ἀπένειμε τούτοις, μίαν δὲ τοῖς ἀπὸ τοῦ Ἰθάμαρ· «Διεῖλε γὰρ καὶ αὐτοὺς, φησὶ, Δαβὶδ τοῖς υἱοῖς Ἐλεάζαρ ἄρχοντας κατ' οἴκους πατριῶν αὐτῶν, καὶ διεῖλεν αὐτοὺς ἐν κλήροις.» Τούτων τῶν ἐφημεριῶν καὶ ὁ μακάριος μέμνηται Λουκᾶς ἐν αὐτῇ τῇ τοῦ Εὐαγγελίου ἀρχῇ. Ἔφη γὰρ εἶναι τὸν Ζαχαρίαν ἐξ ἐφημερίας Ἀβιᾶ· τοῦτον δὲ τὸν Ἀβιᾶν ἕβδομον εἰληχέναι κλῆρον ἡ προκειμένη βίβλος ἐδίδαξε. Τὸν δὲ Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθοὺμ τῶν ψαλτῳδῶν τοὺς ἄρχοντας, τινὲς μὲν ἔφασαν οὐ τοῦ Θεοῦ κεκλῆσθαι προφήτας, ἀλλὰ τοῦ Δαβὶδ, ἐπειδὴ παρ' αὐτοῦ τοὺς ὕμνους λαμβάνοντες ᾖδον ἐν τοῖς ὀργάνοις. Ἐγὼ δὲ οἶμαι καὶ αὐτοὺς προφητικοῦ μετειληχέναι χαρίσματος. Τοῦτο γὰρ καὶ ἡ ἱστορία διδάσκει· «Ἔστησε γὰρ, φησὶ, Δαβὶδ ὁ βασιλεὺς, καὶ οἱ ἄρχοντες τῆς δυνάμεως, εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ, Αἰμὰν καὶ Ἰδιθοὺμ, τοὺς προφητεύοντας ἐν κινύραις, καὶ νάβλαις, καὶ κυμβάλοις.» Καὶ μετ' ὀλίγα· «Υἱοὶ Ἀσὰφ ἐχόμενοι Ἀσὰφ τοῦ προφήτου, ἐχόμενοι τοῦ βασιλέως.» Καὶ πάλιν τῷ Ἰδιθοὺμ, «Οἱ υἱοὶ Ἰδιθοὺμ ἐχόμενοι τοῦ πατρὸς αὐτῶν Ἰδιθοὺμ ἐν κινύραις τοῦ προφητεύοντος ἐξομολόγησιν καὶ αἴνεσιν τῷ Κυρίῳ.» Καὶ μετὰ βραχέα· «Πάντες οὗ-