Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.820
Not analysed yet
ΕΙΣ ΤΗΝ ΔΕΥΤΕΡΑΝ ΤΩΝ ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Ἡ δευτέρα τῶν Παραλειπομένων βίβλος διδάσκει, ὡς ἡ σκηνὴ μὲν, ἣν ὁ μέγας Μωσῆς κατεσκεύασεν, ἐν τῇ Γαβαὼν εἱστήκει, ἡ δὲ κιβωτὸς ἐν τοῖς βασιλείοις, τῇ ἑτέρᾳ κεκαλυμμένη σκηνῇ. Ὁ δὲ Σολομὼν ἐν τῷ Μωσαϊκῷ θυσιαστηρίῳ χιλιόμβας ἱερατεύσας, ἱκέτευσε τὸν Θεὸν καὶ σοφίας τυχεῖν καὶ συνέσεως. Τῷ δὲ Χειρὰμ ἐπιστέλλων, τὴν οἰκείαν θεογνωσίαν ἀπέδειξε· «Τίς γὰρ, φησὶν, ἰσχύσει οἰκοδομῆσαι οἶκον τῷ Θεῷ, ὅτι ὁ οὐρανὸς, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, οὐχ ὑποίσουσιν αὐτόν; Καὶ τίς εἰμι ἐγὼ ὁ οἰκοδομῶν αὐτῷ οἶκον, ἀλλ' ἢ τοῦ θυμιᾷν κατέναντι αὐτοῦ;» Τὴν ἐμαυτοῦ, φησὶ, χρείαν πληρῶ. Τὴν αὐτοῦ γὰρ χωρῆσαι φύσιν οὐδὲ ὁ ὑπέρτερος οὐρανὸς δύναται· προσφέρειν δὲ αὐτῷ τὸ δυνατὸν ἐμοὶ βουλόμενος σέβας, χειροποίητον οἶκον οἰκοδομῶ. Ὅσον δὲ ὀνίνησιν ἡ τῶν εὐσεβῶν φιλία, δεδήλωκεν ὁ Χειρὰμ ἀντιγράφων. Οὕτως γὰρ ἔφη· «Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν· ὃς ἔδωκε τῷ βασιλεῖ Δαβὶδ υἱὸν σοφὸν, καὶ εἰδότα φρόνησιν καὶ ἐπιστήμην, ὃς οἰκοδομήσει οἶκον τῷ Κυρίῳ.» Δῆλον δὲ, ὡς ἐκ τῆς πρὸς τὸν Δαβὶδ συνηθείας μεμάθηκεν οὗτος, ὡς τοῦ Ἰσραὴλ ὁ Θεὸς οὐρανοῦ καὶ γῆς ἐστι ποιητής. Μηδεὶς δὲ νομιζέτω, τήνδε τὴν βίβλον πρὸς τὰς Βασιλείας διαφωνεῖν, ἐπειδὴ τοῦ ναοῦ τὸ μῆκος ἑξήκοντα μὲν πήχεων ἐνταῦθα εὑρίσκομεν, ἐκεῖ δὲ τεσσαράκοντα. Εὑρήσει γὰρ πρὸς τοῖς τεσσαράκοντα ἄλλους εἴκοσι τοῦ καλουμένου Δαβεὶρ, τουτέστι τοῦ Ἁγίου τῶν ἁγίων· εἴκοσι δὲ προστιθεμένων τοῖς τεσσαράκοντα, ἑξήκοντα γίνονται. Οὕτως πάλιν τὸ ὕψος πέντε μὲν καὶ εἴκοσι πήχεων ἐν ταῖς Βασιλείαις εὑρίσκομεν, ἐνταῦθα δὲ εἴκοσι καὶ ἑκατόν. Ἀλλ' ἐν τῷ παραδείγματι δεδήλωκεν ὁ θεῖος Δαβὶδ, ὡς οὐχ ἕνα μόνον ὄροφον εἶχεν ὁ θεῖος νεώς· «Τὸν οἶκον γὰρ, φησὶ, καὶ τὰ ὑπερῷα αὐτοῦ ποιήσεις.» Καὶ ἡ ἱστορία δὲ τῶν Βασιλειῶν διδάσκει, ὅτι οὐ μόνον διώροφα, ἀλλὰ καὶ τριώροφα εἶχεν ὁ οἶκος. Πόλιν δὲ Δαβὶδ τὴν Σιὼν ὠνόμασεν. «Ἐξεκκλησίασε γὰρ, φησὶν, ὁ Σολομὼν