Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.821
Not analysed yet
πάντας τοὺς πρεσβυτέρους Ἰσραὴλ, καὶ πάντας τοὺς ἄρχοντας τῶν φυλῶν, καὶ τοὺς ἡγουμένους τῶν πατριῶν τῶν υἱῶν Ἰσραὴλ, τοῦ ἀνενεγκεῖν τὴν κιβωτὸν διαθήκης Κυρίου ἐκ πόλεως Δαβίδ· αὕτη δὲ Σιών.» Οὕτω δὲ καλεῖ τὴν ἀνωτέραν πόλιν. Ὡς ὀχυρωτέραν γὰρ τειχίσας, ἐν αὐτῇ τὰ βασίλεια ᾠκοδόμησε· «Καὶ ἐξεκκλησιάσθη πρὸς τὸν βασιλέα Σολομῶντα πᾶς ἀνὴρ Ἰσραὴλ ἐν τῇ ἑορτῇ· οὗτος μὴν ἕβδομος.» Ἑορτὴν δὲ τὴν σκηνοπηγίαν καλεῖ· αὕτη γὰρ τρίτη ἦν ἑορτή. «Καὶ εἰσήνεγκαν οἱ ἱερεῖς τὴν κιβωτὸν διαθήκης Κυρίου εἰς τὸν τόπον αὐτῆς, εἰς τὸ Δαβεὶρ τοῦ οἴκου, εἰς τὰ Ἅγια τῶν ἁγίων, ὑποκάτω τῶν Χερουβείμ.» Καὶ ἐντεῦθεν οὖν δῆλον, ὡς Δαβεὶρ τὸ ἄδυτον, καὶ ἄψαυστον, καὶ ἀνάκτορον ἐκάλεσε τοῦ ναοῦ, ὅπερ Ἅγια ἁγίων ὀνομάζειν φίλον τῇ θείᾳ Γραφῇ. Τοῦ μέντοι Σολομῶντος προσευξαμένου, καὶ πέρας ἐπιτεθεικότος τῇ προσευχῇ, πῦρ κατενεχθὲν οὐρανόθεν τὰς προσενεχθείσας θυσίας ἀνάλωσε. Πάλιν μέντοι ἡ ἱστορία διδάσκει, ὡς τοῦ πανευφήμου Δαβίδ εἰσιν οἱ ψαλμοί. Λέγει δὲ οὕτως· «Καὶ οἱ Λευῖται ἐν ὀργάνοις ᾠδῶν Κυρίου, ὧν ἐποίησε Δαβὶδ ὁ βασιλεὺς, τοῦ ἐξομολογεῖσθαι ἔναντι Κυρίου, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, ἐν ὕμνοις Δαβὶδ διὰ χειρὸς αὐτοῦ.» Τοσαύτη δὲ ἦν ἡ τοῦ Σολομῶντος εὐσέβεια, ὅτι τοῦ Φαραὼ τὴν θυγατέρα εἰς τὰ νεόδμητα μετέστησε βασίλεια, λέγων· «Οὐ κατοικήσει ἡ γυνή μου ἐν οἴκῳ Δαβὶδ βασιλέως Ἰσραὴλ, ὅτι ἅγιος οὗτος, οὗ εἰσῆλθεν ἐκεῖ ἡ κιβωτὸς Κυρίου.» Κατέστησε δὲ καὶ τοὺς πυλωροὺς, καὶ τοὺς ᾠδοὺς, κατὰ τὰς τοῦ Δαβὶδ διατάξεις. Τὰ δὲ ἀγώγιμα ξύλα πεύκινα ὁ Ἰώσηπος κέκληκε. Ταῦτα τῶν μὲν Βασιλειῶν ἡ βίβλος ὑποστηρίγματα ἔφη γεγενῆσθαι τοῦ οἴκου Κυρίου, καὶ τοῦ οἴκου τοῦ βασιλέως· ἡ δὲ προκειμένη ἱστορία, ἀναβάσεις τῷ οἴκῳ Κυρίου, καὶ τῷ οἴκῳ τοῦ βασιλέως. Πάλιν μέντοι μανθάνομεν ἐντεῦθεν, ὡς Νάθαν ὁ προφήτης, καὶ Ἀχιὰ ὁ Σιλωνίτης, καὶ Ἰωὴλ ὁ κατὰ τοῦ Ἱεροβοὰμ τὴν ψῆφον ἐξενεγκὼν, βίβλους εἶχον συγγεγραμμένας. «Καὶ οἱ κατάλοιποι γὰρ, φησὶ, τῶν λόγων Σολομῶντος, οἱ πρῶτοι καὶ οἱ ἔσχατοι, οὐκ ἰδοὺ οὗτοι γεγραμμένοι ἐπὶ τῶν λόγων Νάθαν τοῦ προφήτου, καὶ ἐπὶ τῶν λόγων Ἀχιὰ τοῦ Σιλωνίτου, καὶ ἐν ταῖς ὁράσεσιν Ἰωὴλ τοῦ ὁρῶντος περὶ Ἱεροβοὰμ υἱοῦ Ναβάτ;» Μεμαθήκαμεν δὲ ἐντεῦθεν, καὶ ὅτι ὁ ἄνθρωπος τοῦ Θεοῦ, ὁ τὸ ἐν Βαιθὴλ θυσιαστήριον ῥαγῆναι κελεύσας, ὃν ὁ λέων συνέτριψε τοῦ Θεοῦ παραβεβηκότα τὴν ἐντολὴν, Ἰωὴλ προσηγορεύετο. ΕΡΩΤ. Αʹ. Πῶς νοητέον τὸ, «Οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ ἀπὸ τοῦ Θεοῦ, ἵνα στήσῃ Κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησεν ἐν χειρὶ Ἀχιὰ τοῦ Σιλωνίτου;» Οἱ τῆς θείας κηδεμονίας ἀπολαύοντες συνορῶσι τὸ