Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.828
Not analysed yet
ὅτι σκῦλα πολλὰ ἐγενήθη αὐτοῖς. Καί γε τὰς σκηνὰς κτηνῶν, καὶ τοὺς Ἀμαζονεὶμ ἐξέκοψαν, καὶ ἔλαβον πρόβατα πολλὰ, καὶ καμήλους, καὶ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ.» Ὅτι δὲ τὰ Γέραρα τῆς Παλαιστίνης ἐστὶν, οὐδένα ἀντερεῖν οἶμαι. Περὶ γὰρ τὴν καλουμένην Ἐλευθερόπολιν Γεραρηνῶν σαλτὸν μέχρι τοῦ παρόντος ὠνόμασται. Εἰκὸς τοίνυν ἀποίκους Αἰθιόπων ἐκείνην οἰκῆσαι τὴν χώραν· καὶ ἄλλους δέ τινας Ἀμαζονεὶμ ὠνομασμένους, οὓς κατ' αὐτῶν στρατεύσαντας ἄρδην κατέκτειναν ἅπαντας. Μετὰ μέντοι τὴν νίκην, Ἀζαρίας υἱὸς Ὀδὴδ ὁ προφήτης Πνεύματος θείου πλησθεὶς ἀπαντήσας τῇ στρατιᾷ, καὶ τῆς θείας ἐπικουρίας ἐμνημόνευσε, καὶ προσμένειν τῇ εὐσεβείᾳ παρέτρεψεν· «Ἐὰν γὰρ, φησὶν, ἐκζητήσητε αὐτὸν, καὶ εὑρεθήσεται ὑμῖν· καὶ ἐὰν ἐγκατελίπητε αὐτὸν, ἐγκαταλείψει ὑμᾶς.» Ἐπιδείκνυσι δὲ αὐτοῖς καὶ τῶν δέκα φυλῶν τὴν ἀσέβειαν· «Ἡμέραι γὰρ, φησὶ, πολλαὶ τῷ Ἰσραὴλ ἐν οὐ Θεῷ ἀληθινῷ, καὶ οὐχ ἱερέως ὑποδεικνύντος, καὶ ἐν οὐ νόμῳ. Καὶ ἐκάθισαν ἐν στενότητι· καὶ ἐπιστρέψουσιν ἐν θλίψει ἐπὶ Κύριον τὸν Θεὸν Ἰσραήλ· καὶ ζητήσουσιν αὐτὸν, καὶ εὑρεθήσεται αὐτοῖς.» Μὴ ζηλώσητε, φησὶ, τῶν ἀδελφῶν ὑμῶν τὴν ἀσέβειαν. Ἐκεῖνοι γὰρ οὐ τῷ ἀληθινῷ Θεῷ, ἀλλὰ τοῖς ψευδωνύμοις λατρεύουσι· καὶ ἐστέρηνται ἱερέων καὶ διδασκάλων ἐκπαιδευόντων τὸν τοῦ Θεοῦ νόμον· ἀλλὰ μαθήσονται τῇ πείρᾳ ὅσον κακὸν ἡ ἀσέβεια. Παντοδαπαῖς γὰρ συμφοραῖς περιπεσόντες τὴν θείαν ἐπικουρίαν ζητήσουσι· καὶ τεύξονται ταύτης διὰ τὴν ἄφατον ἀγαθότητα. Προλέγει δὲ καὶ τῶν Ἀσσυρίων τὴν ἔφοδον· «Ἐν γὰρ τοῖς καιροῖς, φησὶν, ἐκείνοις οὐκ ἔστιν εἰρήνη τῷ ἐκπορευομένῳ, ὅτι ἔκστασις Κυρίου πολλὴ ἐπὶ πάντας τοὺς κατοικοῦντας γαίας. Καὶ πολεμήσει ἔθνος πρὸς ἔθνος, καὶ πόλις πρὸς πόλιν, ὅτι ὁ Θεὸς ἐξέστησεν αὐτοὺς ἐν πάσῃ θλίψει.» Εἶτα αὐτοῖς εἰσηγεῖται τὴν εἰς τὸν Θεὸν ἐλπίδα κατέχειν ἀσάλευτον· «Καὶ ὑμεῖς γὰρ, φησὶν, ἰσχύσατε· καὶ μὴ ἐκλυέσθωσαν αἱ ὀσφύες ὑμῶν, ὅτι ἔστι μισθὸς τῆς ἐργασίας ὑμῶν.» Τούτων ὁ βασιλεὺς ἀκούσας, ὅσα ἦν ὑπόλοιπα τῶν εἰδώλων τεμένη κατέλυσε, καὶ ὅσας παρέλαβε τῶν δέκα φυλῶν ἐξεκάθηρε πόλεις. Ἐδίδαξε δὲ ἡ ἱστορία καὶ τοῦτο, ὡς ἐκ τῶν ἄλλων φυλῶν πλῆθος πολὺ τῇ πείρᾳ μεμαθηκὸς τῶν δύο φυλῶν τὴν εὐσέβειαν, καὶ τὴν θείαν κηδεμονίαν, ἧς ἀπολαύουσι, τὰς μὲν