Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.829
Not analysed yet
οἰκείας κατέλιπον πόλεις, εἰς δὲ τὰς τούτων κατέφυγον, καὶ τὸ παροικεῖν ἐν ἀλλοτρίαις τοῦ τὰς οἰκείας οἰκεῖν προετίμησαν. Τούτους μετὰ τῶν δύο φυλῶν συναγαγὼν ὁ Ἀσὰ, ἑορτὴν ἐπινίκιον ἐπετέλεσε· καὶ πάμπολλα θύματα προσενεγκὼν τῷ Θεῷ, ὀμόσαι παρεσκεύασεν ἅπαντας, ὡς τῆς ἐννόμου πολιτείας οὐκ ἀποστήσονται, ἀλλὰ μόνῳ λατρεύσουσι τῷ σεσωκότι Θεῷ. Οὕτω δὲ θερμῶς τοὺς θείους ἠσπάσατο νόμους, ὅτι καὶ τὴν μητέρα αὑτοῦ, τῇ Ἀστάρτῃ λατρεῦσαι προειλομένην, τῆς βασιλείας ἐγύμνωσε· καὶ τὸ εἴδωλον συγκόψας κατέκαυσεν ἐν τῷ χειμάῤῥῳ Κέδρων. Ἀλλ' οὐκ ἐν ἅπασι τέλειος ἦν. Πρῶτον μὲν γὰρ οὐχ ἅπαντα ἐξῆρε τὰ ὑψηλὰ, τουτέστι τοὺς ἐν τοῖς ὑψηλοῖς χωρίοις ἀνακειμένους τῷ Θεῷ τῶν ὅλων βωμούς. Ἀπηγόρευτο γὰρ ἑτέρωσε θύειν· ἑνὶ γὰρ ἡ κατὰ νόμον λατρεία περιώριστο τόπῳ. Ἔπειτα δὲ τοῦ Βαασᾶ στρατεύσαντος κατ' αὐτοῦ, καὶ τὴν Ῥαμὰ τοῖς Ἱεροσολύμοις ἐπιτειχίσαντος, δέον εἰς συμμαχίαν καλέσαι τὸν τοσούτων ἀγαθῶν αὐτῷ γενόμενον χορηγὸν, τὸν βασιλέα τῆς Συρίας εἰς συμμαχίαν ἐκάλεσεν· ἐκ τῶν βασιλικῶν θησαυρῶν, καὶ μέντοι καὶ τῶν θείων, χρυσὸν αὐτῷ πέμψας ὅτι μάλιστα πλεῖστον. Ἀλλ' οὐκ εἴασεν αὐτὸν ἀνίατον ὁ φιλάνθρωπος Κύριος· Ἀνανὶ δὲ τὸν προφήτην ἀποστείλας, τὴν ἀπιστίαν διήλεγξε, τάδε εἰπών· «Ἐν τῷ πεποιθέναι σε ἐπὶ βασιλέα Συρίας, καὶ μὴ πεποιθέναι ἐπὶ Κύριον τὸν Θεόν σου, διὰ τοῦτο διεσώθη ἡ δυνάμις βασιλέως Ἰσραήλ.» Ἡ σὴ, φησὶν, ἀπιστία προὐξένησεν ἐκείνοις τὴν σωτηρίαν. Εἰ γὰρ συνήθως ἐπίστευσας, ἄρδην ἂν πάντας κατέκτεινας. Ἀναμιμνήσκει δὲ αὐτὸν καὶ τῶν Αἰθιόπων, καὶ τῶν Λιβύων, καὶ τῶν ἵππων, καὶ τῶν ἁρμάτων, καὶ τῆς αὐτοῦ πίστεως, δι' ἣν αὐτοὺς κατηνάλωσεν ἅπαντας· ὅτι «Ὀφθαλμοὶ Κυρίου, φησὶν, ἐπιβλέπουσιν ἐπὶ πᾶσαν τὴν γῆν, κατισχῦσαι ἐν πάσῃ καρδίᾳ πλήρει πρὸς αὐτόν.» Πᾶς γὰρ, φησὶ, γνησίως αὐτὸν καλῶν, τεύξεται τῆς σωτηρίας. Εἶτα σαφέστερον ἐλέγχει· «Ἠγνόησας ἐπὶ τούτῳ·» ἔπειτα προλέγει τὰ ἐσόμενα σκυθρωπά· «Ἀπὸ τοῦ νῦν γὰρ, φησὶν, ἔσται σοι πόλεμος.» Ἐντεῦθεν ἔστι μαθεῖν, ὡς οἱ Ἀμαζονεὶμ Λιβυκόν ἐστιν ἔθνος. Οὓς γὰρ ἄνω Ἀμαζονεὶμ ὠνόμασεν, ἐνταῦθα Λίβυας κέκληκεν. Ὁ δὲ Ἀσὰ, δέον ἀλγῆσαι, καὶ θρηνῆσαι, καὶ τὴν θείαν καλέσαι φιλανθρωπίαν, οὐ μόνον ὠργίσθη, ἀλλὰ καὶ δεσμωτηρίῳ τὸν προφήτην παρέδωκε. Συναπήλαυσε δὲ καὶ ὁ λαὸς τῆς τούτου πλημμελείας. «Ἐλυμήνατο γὰρ, φησὶν, Ἀσὰ ἐν τῷ λαῷ, ἐν τῷ καιρῷ ἐκείνῳ.» Ἐπιμέμφεται δὲ αὐτῷ, ὅτι ἀῤῥωστήσας οὐ τὸν Κύριον ἐζήτησεν, ἀλλ' ἰατρούς. Ἀλλὰ τούτου τὴν