Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.845
Not analysed yet
ρίας τυχὼν, οὐκ ἔγνω τὸν εὐεργέτην. Τῶν γὰρ ἡττηθέντων τοὺς θεοὺς, οὓς μετὰ τῶν λαφύρων ἐκόμισεν, ὡς δοτῆρας τῆς νίκης ἐτίμησε, καὶ ἱερουργίαις ἐγέραιρεν. Ἀλλ' ἤλεγξεν αὐτοῦ τὴν ἀσέβειαν ὁ Θεὸς διὰ τοῦ προφήτου. Εἶπε γὰρ αὐτῷ, «Τί ἐζήτησας τοὺς θεοὺς τοῦ λαοῦ, οἳ οὐκ ἐξείλοντο τὸν λαὸν αὑτῶν ἐκ χειρός σου;» Ἐπὶ πολὺν, φησὶ, χρόνον τούτους ἐθεράπευσαν Ἰδουμαῖοι, ἀλλ' οὐκ ἀπώσαντο τῆς θεραπείας· οὐδεμιᾶς γὰρ παρ' αὐτῶν ἐπικουρίας ἀπήλαυσαν. Σὺ δὲ τῆς ἐμῆς ἀπολαύσας ῥοπῆς, οὐ μόνον κατέκτεινας ἐκείνους, ἀλλὰ καὶ τούτους ἐξηνδραπόδισας. Τούτων οὐδὲν ὤνησε τὸν ἀνόητον. Ἔφη γὰρ πρὸς τὸν προφήτην, «Μὴ σύμβουλον τοῦ βασιλέως δέδωκά σε; πρόσεχε σεαυτῷ, ἵνα μὴ πατάξω σε.» Ὁ δὲ προφήτης εἶπε σὺν παῤῥησίᾳ· «Ἔγνων ὅτι ἐβουλεύσατο Κύριος τοῦ διαφθεῖραί σε, ὅτι ἐποίησας τοῦτο, καὶ οὐκ ἤκουσας τῆς συμβουλίας μου.» Οὕτω τῆς θείας γυμνωθεὶς προμηθείας, προσκαλεῖται μὲν εἰς πόλεμον τοῦ Ἰσραὴλ τὸν βασιλέα· πέπονθε δὲ ἅπερ ἐν ταῖς Βασιλείαις εἰρήκαμεν. Ὁμοίως δὲ τῷ πατρὶ καὶ τὸ πέρας ἐδέξατο. Ἐπαινεῖ δὲ τὸν Ὀσίαν ἡ θεία Γραφή. «Ἦν γὰρ, φησὶν, ἐκζητῶν τὸν Κύριον ἐν φόβῳ Κυρίου, ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιόντος ἐν ὁράσει Θεοῦ.» Λέγει δὲ καὶ τοὺς τῆς εὐσεβείας καρπούς· «Καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ἐξεζήτησε τὸν Κύριον, καὶ κατηύθυνεν αὐτὸν Κύριος ὁ Θεός.» Ἐντεῦθεν μανθάνομεν, ὡς πολλοὶ Ζαχαρίαι γεγένηνται. Καὶ γὰρ ὁ τοῦ Ἰωδαὲ υἱὸς, ὃν Ἰωὰς κατέλυσε, Ζαχαρίας ὠνόμασται· καὶ οὗτος ὁ ἐπὶ τοῦ Ὀζίου Ζαχαρίας κέκληται. Οἶμαι δὲ τοῦτον εἶναι, περὶ οὗ πρὸς τὸν Ἡσαΐαν ἔφη Θεός· «Ποίησόν μοι μάρτυρας πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα, καὶ Ζαχαρίαν υἱὸν Βαραχίου.» Καὶ γὰρ ὁ Ἡσαΐας κατ' ἐκεῖνον προεφήτευσε τὸν καιρόν· «Ὅρασις γὰρ, φησὶν, ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμὼς, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ Ἱερουσαλὴμ, ἐν ἡμέραις Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας.» Λέγει δὲ αὐτὸν καὶ ἐν πολέμοις ἀνδρεῖον, καὶ ἐν οἰκοδομαῖς φιλότιμον, καὶ ἐν γεωργίαις φιλόκαλον. Πέτρας δὲ τῆς πόλεως τοὺς οἰκήτορας Ἄραβας ὀνομάζει. Ἀλλ' οὐκ ἤκουσε τοῦ προγόνου Δαβὶδ, λέγοντος, «Εἰς τὸ τέλος μὴ διαφθείρῃς.» Ἀλαζονικῷ γὰρ φρονήματι χρησάμενος, ἔργον ἀρχιερατικὸν ἐπιτελέσαι τετόλμηκεν· «Ὡς γὰρ κατίσχυσε, φησὶν, Ὀζίας, ὑψώθη ἡ καρδία αὐτοῦ τοῦ