Ancient Greek
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in libros Regnorum et Paralipomenon 80.848
Not analysed yet
διαφθεῖραι, καὶ ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὑτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου, τοῦ θυμιᾶσαι ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων.» Οὐ γὰρ ἐν τῷ βωμῷ τῶν ὁλοκαυτωμάτων τοῦτο δρᾶσαι τετόλμηκεν, ἀλλ' ἔνδον ἐν τῷ ναῷ. Ἀλλ' οὐ παρεχώρησεν ὡς βασιλεῖ ὁ ἀρχιερεὺς, ἀλλ' ἐν παῤῥησίᾳ διήλεγξεν. «Εἰσῆλθε γὰρ, φησὶν, ὀπίσω αὐτοῦ Ζαχαρίας ὁ ἀρχιερεὺς, καὶ μετ' αὐτοῦ ὀγδοήκοντα ἱερεῖς, υἱοὶ δυνάμεως· καὶ ἐπέστησαν τὸν Ὀζίαν τὸν βασιλέα, καὶ εἶπον αὐτῷ· Οὐ σοὶ, Ὀζία, τοῦ θυμιάσαι τῷ Κυρίῳ, ἀλλ' ἢ τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρὼν, τοῖς ἡγιασμένοις τοῦ θυμιάσαι. Ἔξελθε ἀπὸ τοῦ ἁγιάσματος, ὅτι ἀπέστης ἀπὸ τοῦ Κυρίου· καὶ οὐκ ἔσται σοι εἰς δόξαν παρὰ Κυρίου τοῦ Θεοῦ.» Διόρισται, φησὶ, παρὰ τοῦ Θεοῦ τὰ τοῖς βασιλεῦσι προσήκοντα, καὶ τὰ τοῖς ἱερεῦσιν ἁρμόττοντα. Γενικὸν ἔχουσι τὸ γέρας οἱ ἱερεῖς. Τί πατεῖς τὸν θεόσδοτον νόμον; τί παραβαίνεις τοὺς ὅρους; ἁρπάζων τὰ μὴ προσήκοντα, καὶ τὰ οἰκεῖα προσαπολέσεις. Ἀλλ' οὐ μόνον οὐκ εἶξεν, ἀλλὰ καὶ ἐχαλέπηνε πρὸς τοὺς λόγους, καὶ ἐπέμεινε τῆς ἱερουργίας κατατολμῶν. Ἀλλ' ἀντὶ τῆς δόξης ἀτιμίαν ἐδρέψατο. «Ἀνέτειλε γὰρ, φησὶν, ἡ λέπρα ἐν τῷ μετώπῳ αὐτοῦ, καὶ ἐν τῷ οἴκῳ Κυρίου ἐναντίον τῶν ἱερέων, ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων.» Παραυτίκα δὲ οἱ ἱερεῖς τὴν θεήλατον πληγὴν θεασάμενοι, καὶ ἄκοντα αὐτὸν ἐξήλασαν τοῦ νεώ· καὶ τὰ αὐτὰ πέπονθεν Ἀδὰμ τῷ προπάτορι. Καὶ γὰρ ἐκεῖνος ἐπιθυμήσας γενέσθαι Θεὸς, καὶ τὸ εἶναι εἰκὼν Θεοῦ προσαπώλεσεν· καὶ οὗτος πειραθεὶς τὴν ἱερωσύνην ἁρπάσαι, καὶ τῆς βασιλείας ἐξέπεσεν. Ἔνδον γὰρ ἐν θαλάμῳ ἐκάθητο, τῆς ἐν τῷ μετώπῳ λέπρας τὴν ἐν τῷ πλήθει διατριβὴν καὶ παῤῥησίαν ἀπειργούσης. Ἔφερε γὰρ ἐν τῷ μετώπῳ τῆς παρανομίας τὸν ἔλεγχον. Ἰωάθαμ δὲ ὁ τούτου παῖς ἰθύνων διετέλει τὴν βασιλείαν. Αὐτὸς γὰρ καὶ τοῦ πατρὸς τελευτήσαντος τὰ σκῆπτρα παρέλαβεν. Ἠρίστευσε δὲ καὶ οὗτος ἐν πολέμοις, καὶ τοὺς Ἀμμανίτας δασμὸν φέρειν ἠνάγκασε. Λέγει δὲ καὶ τὴν αἰτίαν ὁ συγγραφεὺς, «ὅτι ἡτοίμασε τὰς ὁδοὺς αὑτοῦ ἔναντι Κυρίου τοῦ Θεοῦ αὑτοῦ.» Ἄχαζ δὲ ὁ τούτου παῖς ἐν ταῖς τῆς ἀσεβείας ἐπινοίαις τοὺς ὁμοίους ἀπέκρυψεν ἅπαντας. Τοῦτο καὶ τῶν Βασιλειῶν ἡ βίβλος ἐδίδαξεν. Αὕτη δὲ πρὸς τούτοις ἡ ἱστορία καὶ τὴν συμφορὰν ἐδήλωσεν, ἣν ὑπέμεινε. Πρῶτον μὲν γὰρ ἐξεδόθησαν Σύροις· καὶ πολλοὶ μὲν ἀνῃρέθησαν, πολλοὶ δὲ ἐξηνδραποδίσθησαν. Ἔπειτα δὲ Φακεὲ, τῶν δέκα φυλῶν ὁ βασιλεὺς, ἐν μιᾷ συμπλοκῇ δώδεκα αὐτῶν μυριάδας κατέκτεινε, καὶ τοῦ βασιλέως τοὺς παῖδας, καὶ τοὺς στρατηγούς· εἴκοσι δὲ μυριάδας ἐξηνδραπόδισεν. Ὠδὴδ δὲ ὁ προφήτης τοῖς νενικηκόσιν ὑπαντήσας ἠπείλησε τοῦ Θεοῦ τὴν