Ancient Greek
Page 12
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 12
Not analysed yet
τῶν τοίχων συνισταμένη, εἶτα ταῖς τοῦ φωτὸς διαλυομένη μαρμαρυγαῖς. τοῦτο καθ' ἑκάστην ἡμέραν ὁρῶμεν ἐπιτελούμενον· ὑποχωροῦντος γὰρ τοῦ φωτός, οὐρανοῦ καὶ γῆς ἡ σκιὰ τὸ σκότος ἀποτελεῖ· ἀνίσχοντος δὲ πάλιν διαλύεται τοῦτο. οὐ τοίνυν ἀγένητος οὐσία τὸ σκότος, οὔτε μὴν γενητή τις ὑπόστασις, ἀλλ' ἐκ τῶν γενητῶν συνισταμένη χρῆσις ἀναγκαία καὶ τοῦ Θεοῦ τὴν σοφίαν κηρύττουσα. αὐτίκα γοῦν ὁ προφήτης τὸν τῶν ὅλων Θεὸν καὶ ἐντεῦθεν ὑμνεῖ· «ὁ ποιήσας, γάρ φησι, φῶς καὶ κατασκευάσας σκότος». ἁρμοδίως δὲ ἄγαν ἑκάτερα τέθεικεν· τὸ μὲν ποιήσας ἐπὶ τοῦ φωτός, τὸ δὲ κατασκευάσας ἐπὶ τοῦ σκότους· συμβεβηκὸς γάρ ἐστι, συνιστάμενον καὶ διαλυόμενον. καὶ οἱ τρισμακάριοι δὲ παῖδες πᾶσαν τὴν κτίσιν εἰς ὑμνῳδίαν καλέσαντες, τῇ ἡμέρᾳ τὴν νύκτα συνέζευξαν, καὶ φωτὶ τὸ σκότος συνήρμοσαν· ἐπειδὴ ταῖς τούτων διαδοχαῖς καὶ ὁ χρόνος μετρεῖται, καὶ ὁ τῶν ἀνθρώπων συνίσταται βίος. VIII Ποῖον πνεῦμα «ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος»; Τισὶ δοκεῖ τὸ πανάγιον πνεῦμα ζωογονοῦν τῶν ὑδάτων τὴν φύσιν καὶ προδιαγράφον τὴν τοῦ βαπτίσματος χάριν· ἀληθέστερον μέντοι ἐκεῖνον οἶμαι τὸν λόγον, ὅτι πνεῦμα ἐνταῦθα τὸν ἀέρα καλεῖ. εἰπὼν γάρ, ὅτι τὸν οὐρανὸν καὶ τὴν γῆν ἐποίησε καὶ τῶν ὑδάτων διὰ τῆς ἀβύσσου μνησθείς, ἀναγκαίως καὶ τοῦ ἀέρος ἐμνήσθη, ἐκ τῆς τοῦ ὕδατος ἐπιφανείας μέχρι τοῦ οὐρανοῦ διήκοντος· ἀέρος γὰρ φύσις τὸ τοῖς κάτω κειμένοις ἐπιφέρεσθαι σώμασι. μάλα δὲ ἁρμοδίως τὸ «ἐπεφέρετο» καὶ οὐκ ἐπέκειτο εἴρηκε· τὸ γὰρ «ἐπεφέρετο» τὴν κινητικὴν τοῦ ἀέρος οὐσίαν παρεδήλου. εἰ δέ τις τοῦτον οὐ προσίεται τὸν λόγον ἐπειδὴ γέγραπται· «πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος»,