Ancient Greek
Page 123
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 123
Not analysed yet
XXVIII Διὰ τί ἡ πέτρα Χριστὸς ὠνομάσθη; Ὡς τύπος γενομένη τοῦ δεσπότου Χριστοῦ. οὕτω καὶ ἡ θάλαττα βάπτισμα προσηγορεύθη, καίτοι οὐδενὸς ἐν αὐτῇ βαπτισθέντος· κεκονιαμένος γὰρ μᾶλλον αὐτὴν ἢ διάβροχος διῆλθεν ὁ Ἰσραήλ. XXIX Διὰ τί «ἄρτον ἀγγέλων» τὸ μάννα προσηγόρευσεν ὁ προφήτης Δαβίδ; Ὡς ἀγγέλων τῇ τούτου δωρεᾷ διακεκονηκότων. ἡ γὰρ ἀσώματος φύσις οὐ δεῖται τροφῆς. οὕτως «ἄρτος οὐρανοῦ» προσηγορεύθη, ἐπειδὴ ἄνωθεν κατηνέχθη· οὐκ ἐξ αὐτοῦ τοῦ οὐρανοῦ, ἀλλ' ἐκ τοῦ ἀέρος. οὕτω καὶ πετεινὰ οὐρανοῦ προσηγόρευται τὰ τὸν ἀέρα διαπερῶντα. XXX Διὰ τί μάννα ἐκλήθη; Εὐθὺς αὐτὸ θεασάμενοι ἀλλήλους ἠρώτων «τί τοῦτο»; ἐπέθεσαν τοίνυν αὐτῷ προσηγορίαν «τί τοῦτο». τοῦτο γὰρ ἑρμηνεύει τὸ μάννα. τοῦτο δὲ καὶ ἡ ἱστορία διδάσκει· «ἰδόντες, γάρ φησιν, οἱ υἱοὶ Ἰσραὴλ εἶπον ἕτερος τῷ ἑτέρῳ τί ἐστι τοῦτο; οὐ γὰρ ᾔδεσαν τί ἦν». ἐγένετο τοίνυν ἡ ἐρώτησις ὄνομα. τὸ δὲ «ὡς ἐγκρὶς ἐν μέλιτι» ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν, «ὡς ἄμυλος ἐν μέλιτι». τὸ δὲ γόμορ μέτρον ἦν ἑβραϊκόν. διδάσκει δὲ ὁ νομοθέτης, ὅτι «τὸ δέκατον ἦν τῶν τριῶν μέτρων»· ὡς δὲ Ἰώσηππος ἔφη, «τρεῖς ἥμισυ κοτύλας ἀττικὰς ἔχει».