Ancient Greek
Page 128
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 128
Not analysed yet
ραὴλ καὶ ὁ οἶκος Ἰούδα, λέγει Κύριος». καὶ πάλιν· «ἐὰν ἀποστείλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ πορευθεῖσα γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι; οὐ μιαινομένη μιανθήσεται ἡ γυνὴ ἐκείνη; σὺ δὲ ἐξεπόρνευσας εἰς ποιμένας πολλοὺς καὶ ἀνέκαμπτες πρός με, λέγει Κύριος». καὶ ὁ ἀπόστολος δέ φησιν, ὅτι «ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῇ. ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ. οὕτως καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ τῷ ἐκ νεκρῶν ἐγερθέντι». τούτου χάριν Θεὸν ζηλωτὴν ἑαυτὸν ὀνομάζει· τοῖς ἀνθρωπίνοις μὲν κεχρημένος ὀνόμασι, δεδιττόμενος δὲ αὐτοὺς καὶ σωφρονεῖν ἀναγκάζων, ὥσπερ γὰρ ἀνὴρ ῥάθυμον ἔχων γυναῖκα παραινῶν αὐτῇ λέγει· ζηλότυπός εἰμι, οὐ δύναμαι βλέπειν σε ἄλλῳ προσδιαλεγομένην ἀνδρί· οὕτως ὁ δεσπότης Θεὸς τῆς δεισιδαιμονίας αὐτοὺς ἀπαλλάξαι βουλόμενος, οὐ μόνον ζηλωτὴν ἑαυτὸν ἀλλὰ καὶ «πῦρ καταναλίσκον» ἐκάλεσεν. ὅτι δὲ φιλοστοργίας ὁ τοιοῦτος ζῆλος, αὐτὸς τοῦτο δεδήλωκεν ὁ Θεὸς διὰ τοῦ Ἰεζεκιὴλ εἰπών· «διὰ τοῦτο ἀποστήσεται ὁ ζῆλός μου ἀπὸ σοῦ»· τουτέστιν, ὅτε ἠγάπων, ἐχρώμην τῷ ζήλῳ· ἀπωσάμενος δέ σε καὶ τὸν ζῆλον ἔσβεσα. τοῦτο καὶ δι' ἑτέρου προφήτου δεδήλωκεν· «οὐκ ἐπισκέψομαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορ-