Ancient Greek
Page 131
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 131
Not analysed yet
σευχῆς, ἢ ἀναγκαίας τινὸς χρείας, τὴν θείαν μὴ προφέρειν προσηγορίαν. καὶ γὰρ εἰώθασί τινες, καὶ παίζοντες, καὶ γελῶντες, προφέρειν ὡς ἔτυχε διὰ τῆς γλώττης τὸ σεβάσμιον ὄνομα. τοῦτο οἶμαι τὸν θεῖον νόμον ἀπαγορεύειν. εἰ γὰρ τὴν πολυτελεστέραν ἐσθῆτα ταῖς ἑορταῖς φυλάττειν εἰώθασιν οἱ πολλοί, πολλῷ μᾶλλον τὸ θεῖον ὄνομα προσευχαῖς καὶ διδασκαλίαις ἀφιεροῦν δίκαιον. XLII Διὰ τί τὸ σάββατον τῇ ἀργίᾳ τετίμηκεν; Φιλανθρωπίαν τὸν λαὸν ἐξεπαίδευσεν. ἐπήγαγε γὰρ «ἵνα ἀναπαύσηται ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πᾶν κτῆνός σου καὶ ὁ προσήλυτος ὁ παροικῶν ἐν σοί». XLIII Καὶ διὰ τί μὴ ἐν ἄλλῃ ἡμέρᾳ τοῦτο γενέσθαι προσέταξεν; Τοῦτο ἄν τις εἶπε καὶ περὶ ἄλλης ἡμέρας, τί δήποτε ταύτην ἐξελέξατο, καὶ οὐχ ἑτέραν. εἶχε δὲ ὅμως αὕτη λόγον τινὰ πεῖσαι δυνάμενον τὴν ἰουδαίων ὠμότητα, τῷ τὸν τῶν ὅλων Θεὸν ἐν ἓξ ἡμέραις τὰ πάντα δημιουργῆσαι, ἐν δὲ τῇ ἑβδόμῃ μηδὲν μὲν ποιῆσαι, εὐλογίᾳ δὲ ταύτην τιμῆσαι. τοῦτο γὰρ καὶ ἐπήγαγεν ὅτι «ἐν ἓξ ἡμέραις ἐποίησε Κύριος ὁ Θεός σου τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· καὶ κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἡγίασεν αὐτήν».