Ancient Greek
Page 133
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 133
Not analysed yet
XLV Διὰ τί τοῦ ἑβραίου, τοῦ τὴν ἐλευθερίαν δέξασθαι μὴ βουλομένου, διατρηθῆναι τὸ ὠτίον προσέταξεν; Πάντων αὐτοῦς προτιμᾶν τὴν ἐλευθερίαν διδάσκει. τὸν τοίνυν ταύτης οὐκ ἀντεχόμενον, ἀλλὰ τὴν δουλείαν ἀσπαζόμενον, εἰς αἰσχύνην τοῦτο λαβεῖν τὸ σημεῖον παρακελεύεται. πρὸς δὲ τούτῳ καὶ ὑπακοὴν διὰ τῆς ἀκοῆς τὸ σημεῖον ἐμφαίνει, καὶ τὸ παρὰ τὴν θύραν τὸ μὴ ἐξεῖναι προβαίνειν οὐκ ἐπιτρέποντος τοῦ δεσπότου. XLVI Διὰ τί πρόσκειται «καὶ δουλεύσει αὐτῷ εἰς τὸν αἰῶνα», δήλης οὔσης τῆς ἀνθρωπίνης ζωῆς; Ἐντεῦθεν δῆλον, ὡς οὐ πανταχοῦ ὁ αἰὼν τοῦ ἀπείρου δηλωτικός, ἀλλ' ἔστιν ὅτε καὶ ὡρισμένου χρόνου σημαντικός. οὕτω καὶ ὁ μακάριος λέγει Δαβίδ· «ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου». τὸν δὲ ἀνθρώπινον οὕτως ὠνόμασε βίον. XLVII Τὸν ἀκουσίως πεφονευκότα, διὰ τί φεύγειν παρακελεύεται; Τὴν φονικὴν αὐτῶν ἰατρεύων γνώμην, καὶ διδάσκων, ὡς εἰ τὸ παρὰ γνώμην ἀνελεῖν ἔνοχον τῇ τιμωρίᾳ ποιεῖ, πολλῷ μᾶλλον τὸ γνώμῃ φονεύειν κολάσεως ἄξιον. πρὸς δὲ τούτῳ καὶ τοὺς τέμνοντας ξύλα, καὶ τοὺς ἀκοντίζοντας λίθους, προμηθεστέρους ἐργάζεται, καὶ μέντοι καὶ τοὺς ἄλλο