Ancient Greek
Page 135
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 135
Not analysed yet
δοθήσεται, πολὺ καὶ ἀπαιτήσουσι παρ' αὐτοῦ». LI Πῶς νοητέον τὸ «θεοὺς οὐ κακολογήσεις»; Τοὺς κριτὰς ὀνομάζει θεούς, ὡς κατὰ μίμησιν τοῦ τῶν ὅλων Θεοῦ κρίνειν πεπιστευμένους. τοῦτο σαφέστερον ἐδίδαξεν ὁ προφήτης Δαβίδ· εἰπὼν γάρ, «ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει», ἐπήγαγεν· «ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; κρίνατε ὀρφανῷ καὶ πτωχῷ, ταπεινὸν καὶ πένητα δικαιώσατε. ἐξέλεσθε πένητα καὶ πτωχόν· ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε αὐτόν». εἶτα κατηγορῶν προστέθεικεν· «οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν ἐν σκότει διαπορεύονται», ἐπιδείκνυσι δὲ καὶ τὴν οἰκείαν φιλοτιμίαν. «ἐγώ, γάρ φησιν, εἶπον· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες. ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε». οὕτω καὶ ἐνταῦθα, «θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς». LII Τίνος ἕνεκεν θηριάλωτα κρέα ἐσθίειν ἀπαγορεύει; Λογικωτέραν αὐτοὺς διδάσκει ζωὴν καὶ μηδὲν ἔχειν θηριῶδες παρεγγυᾷ. τὰ γὰρ θηρία οὐ θύει πρότερον, εἶθ' οὕτως ἐσθίει. διὰ τοῦτο μετ' ὀλίγα καὶ τῶν ἐχθρῶν ἐπιμελεῖσθαι κελεύει καὶ τοῦ δυσμενῶς διακειμένου τὸν βοῦν πλανώμενον μὴ παρορᾶν ἀλλ' ἐπιστρέφειν εἰς τὴν τοῦ δυσμενοῦς