Ancient Greek
Page 137
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 137
Not analysed yet
ἡ δὲ Σκηνοπηγία τὴν ἐν ἐρήμῳ διαγωγὴν ὑπογράφει. ἐν σκηναῖς γὰρ οἰκοῦντες τεσσαράκοντα διετέλεσαν ἔτη. ἐν ταύταις ταῖς ἑορταῖς συντρέχειν εἰς τὸν θεῖον νεὼ παρεγγύησεν· ἵνα καὶ τῶν θείων ἀναμιμνήσκωνται δωρεῶν, καὶ εἰς ὁμόνοιαν καὶ φιλίαν συνάπτωνται· καὶ φιλεορτασταὶ ὄντες, μὴ περὶ τὰ τεμένη τῶν δαιμόνων τρυφῶσιν ἀλλ' ἐν τῷ ναῷ τοῦ πεποιηκότος καὶ τὰ ἀγαθὰ χορηγοῦντος, τῆς ἑορταστικῆς ἀπολαύωσιν εὐωχίας. LV Τί ἐστιν· «οὐ θύσεις ἐπὶ ζύμῃ αἷμα θυσιάσματός μου»; Ἀζύμους ἄρτους τῷ θυσιαστηρίῳ προσέφερον· ζυμίτας δὲ ἀπαγορεύει προσφέρειν· διὰ τῶν αἰσθητῶν διδάσκων τὰ νοητά. ἐπειδὴ γὰρ ὁ ἄζυμος ἄρτος αὐτοσχέδιός ἐστιν· ὁ δὲ ζυμίτης ἔχει τι τῆς ζύμης τῆς παλαιᾶς· ἀπαγορεύει ὁ νόμος μηδὲν τοῖς θείοις τῆς αἰγυπτιακῆς ἀναμιγνύναι διδασκαλίας. οὕτω καὶ ὁ Κύριος τοῖς ἱεροῖς ἔλεγε μαθηταῖς· «προσέχετε ἀπὸ τῆς ζύμης τῶν γραμματέων καὶ φαρισαίων». LVI Πῶς νοητέον τὸ «οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ»; Πολλάκις ἔφην, ὅτι διὰ πάντων αὐτοὺς φιλανθρωπίαν διδάσκει. τινὲς οὖν φασιν ἀπαγορεύειν τὸν νόμον τὸ εὐθυγενὲς ἐσθίειν· τινὲς δὲ τῷ μητρῴῳ γάλακτι μὴ συνεψεῖν· τρόπον γάρ τινα καὶ τὴν μητέρα συνεψεῖ. ἀπαγορεύει δὲ καὶ τῷ Θεῷ προσφέρειν κατὰ ταὐτὸν μητέρα καὶ τὸ τεχθὲν ἐξ