Ancient Greek
Page 15
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 15
Not analysed yet
τὸν οὐρανόν, οὔτε τὸ ὕδωρ οἶδεν ἑνικῶς ὀνομάσαι. εὕροι δ' ἄν τις τοιαῦτα πολλὰ καὶ παρὰ τῇ Ἑλλάδι φωνῇ· Ἀθήναν γὰρ τὴν πόλιν οὐδεὶς ἑνικῶς ὀνομάζει, ἀλλ' Ἀθήνας πληθυντικῶς· καὶ Δελφῶν πάλιν τὴν πόλιν οὐδεὶς Δελφόν, ἀλλὰ Δελφοὺς πληθυντικῶς. οὐ τοίνυν ὡς πολλῶν ὄντων οὐρανῶν οὐρανοὺς οὐρανῶν ἡ θεία εἶπε γραφή, ἀλλὰ τὸ ἰδίωμα φυλάξασα τῆς ἑβραΐδος φωνῆς· ἐπεὶ ἐν ἑτέρῳ ψαλμῷ σαφέστερον ἡμᾶς τοῦτο διδάσκουσα καὶ παραλιποῦσα τὸ τῆς γλώττης ἐκείνης ἰδίωμα οὕτως ἔφη· «ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ», ὡς εἶναι δῆλον, ὅτι καθάπερ οὗτος ὁ οὐρανὸς ἡμῖν ἐστιν ὄροφος, ἡ δὲ γῆ ἔδαφος, οὕτως ὁ ὁρώμενος οὐρανὸς ὄροφον ἔχει τὸν ὑπερκείμενον οὐρανόν. XII Τί δή ποτε μίαν εἰπὼν τὴν τῶν ὑδάτων συναγωγήν, πολλὰς μετὰ ταῦτα δηλοῖ; «συνάχθη, γάρ φησι, τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν». Μία μέν ἐστι τῶν ὑδάτων συναγωγή· τὰ πελάγη γὰρ ἀλλήλοις συνήρμοσται· τὰ μὲν κάτωθεν διά τινων ὑπογείων πόρων· τὰ δὲ καὶ κατ' αὐτὴν τὴν ἐπιφάνειαν. πληθυντικῶς δὲ πάλιν τὰς «συναγωγὰς» ὠνόμασεν, ἐπειδὴ ἄλλο μὲν τὸ Ἰνδικὸν πέλαγος, ἄλλο δὲ τὸ Ποντικὸν καὶ τὸ Τυρρηνικὸν ἕτερον· καὶ ἄλλη μὲν ἡ Προποντίς, ἄλλος δὲ ὁ Ἑλλήσποντος, καὶ ὁ Αἰγαῖος ἕτερος καὶ ἄλλος πάλιν ὁ Ἰώνιος κόλπος. ἔξωθεν δὲ πάλιν ἐπίκειται τὸ μέγιστον πέλαγος, ὅ τινες μὲν Ἀτλαντικόν, τινὲς δὲ Ὠκεανὸν ὀνομάζουσι. τούτου χάριν, ὡς μὲν συνημμένην συναγωγὴν μίαν ὠνόμασεν· ὡς δὲ διῃρημένας, συναγωγάς.