Ancient Greek
Page 151
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 151
Not analysed yet
σκοτοειδὴς γίνεται, ὁ δὲ ἐν ἡλίῳ ἡλιοειδὴς καὶ φωτοειδής, οὕτως ὁ τῷ Θεῷ προσεδρεύων θεοειδεῖς δέχεται χαρακτῆρας. LXX Πόθεν εἶχον «τὰ ξύλα τὰ ἄσηπτα»; Σανίδες ἦσαν δεκαπήχεις· εἰκὸς τοίνυν ταύτας ἐσχηκέναι τοὺς εὐπορωτέρους ἐξ Αἰγύπτου μετενεγκόντας, ἡνίκα ἐκεῖθεν ἐξῆλθον. τοὺς δὲ πολυτιμήτους λίθους καὶ τὸν χρυσὸν καὶ τὸν ἄργυρον καὶ τὸν χαλκόν, παρ' αἰγυπτίων λαβόντες ἀπῆραν, κατὰ γὰρ τὴν θείαν ἐντολήν· «ᾔτησε γυνὴ παρὰ γείτονος καὶ συσκήνου αὐτῆς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν, καὶ ἐσκύλευσαν τοὺς αἰγυπτίους». διὸ δὴ καὶ τὰ προσφερόμενα ἀπαρχὰς προσηγόρευσεν ὁ τῶν ὅλων Θεὸς ὡς ἀκροθίνια σκύλων. LXXI Ποίου χαρίσματος οἱ περὶ τὸν Βεσελεὴλ ἔτυχον; Σοφίας ἀρχιτεκτονικῆς. ἔστι γὰρ σοφία ὑφαντικὴ καὶ σοφία γεωργικὴ καὶ σοφία ἰατρική. ἕκαστον δὲ τούτων δῶρον Θεοῦ, εἰς χρῆσιν τοῖς ἀνθρώποις δεδωρημένον. LXXII Διὰ τί τῇ νουμηνίᾳ τοῦ πρώτου μηνὸς στῆσαι τὴν σκηνὴν προσέταξεν ὁ Θεός; Ἐπειδὴ κατὰ τοῦτον τὸν καιρὸν τὴν κτίσιν ἐδημιούργησε, καὶ μαρτυρεῖ