Ancient Greek
Page 161
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 161
Not analysed yet
Εἰς ψυχαγωγίαν τῶν προσφερόντων· ἵνα γνῶσιν ὡς οὐκ εἰσὶ τῶν ἁγίων ἀλλότριοι διὰ μετανοίας ἰατρευόμενοι. διὰ τοῦτο καὶ ἅγια ἁγίων αὐτὰ προσηγόρευσεν. V Τί ἐστι, «πᾶς ὁ ἁπτόμενος τῶν κρεῶν αὐτῆς ἁγιασθήσεται»; Εὐλάβειαν αὐτοὺς διδάσκει, καὶ μετὰ δέους προσιέναι τοῖς θείοις κελεύει, καὶ πόρρω τῶν ἱερῶν ἑστάναι διαγορεύει· τὸν δὲ πελάζειν τολμῶντα, εἶτα τοῦ αἵματος ῥανίδα δεχόμενον, τῷ ναῷ προσεδρεύειν κελεύει, ὡς οὐκέτι ἑαυτοῦ κύριον ὄντα. προσεδρεύειν δέ, οὐχ ἱερουργοῦντα, ἀλλὰ τὴν ἄλλην λειτουργίαν ἐπιτελοῦντα. διὰ τοῦτο καὶ τὰ ἱμάτια τὰ τοῦ αἵματος ἐκείνου τὰς ῥανίδας δεχόμενα πλύνεσθαι κελεύει· τὰ δὲ σκεύη, εἰ μὲν χαλκᾶ εἴη, ἐπιμελῶς ἀποσμήχεσθαι· εἰ δὲ κεράμεα, συντρίβεσθαι. VI Διὰ τί μετὰ τρίτην ἡμέραν οὐ κελεύει τῶν ἱερείων ἐσθίειν, τῷ δὲ παραβαίνοντι τὸν νόμον ἐπιφέρει ζημίαν, ἄθυτον εἶναι λέγων τὴν θυσίαν ἐκείνην; Βούλεται μὴ μόνους αὐτοὺς εὐωχεῖσθαι, ἀλλὰ καὶ τοῖς ἐνδεέσι τῶν κρεῶν μεταδιδόναι. τούτου χάριν τῇ πρώτῃ καὶ τῇ δευτέρᾳ ἡμέρᾳ, τῶν κρεῶν ἐκείνων μεταλαμβάνειν κελεύει· τὰ δὲ περιττεύοντα κατακαίεσθαι· ἵν' ὑπὸ τῆς ἀνάγκης ταύτης ὠθούμενοι, κοινωνοὺς ἔχωσι τοὺς τῆς εὐωχίας πένητας. VII Διὰ τί τὸν γονορρυοῦς ἢ λεπροῦ ἢ θνησιμαίου ἢ ἄλλου τινὸς τῶν καλου-