Ancient Greek
Page 171
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 171
Not analysed yet
μύρου σημαντική. δηλοῖ δὲ τὸ ἐπιχριόμενον ἔλαιον τῷ ὠτίῳ τῷ δεξιῷ καὶ τῇ δεξιᾷ χειρὶ καὶ τῷ δεξιῷ ποδί, τὸ τὴν μὲν ἀκοὴν τοῖς δεξιοῖς ἀφορίζεσθαι λόγοις, τὴν δὲ χεῖρα καὶ τὸν πόδα ταῖς δεξιαῖς πράξεσιν· ἐπιβαλλόμενον δὲ καὶ τῇ κεφαλῇ, δηλοῖ τὴν ἀφιέρωσιν τοῦ λογικοῦ. ὁ μέντοι διαμείνας λεπρός, ἔξω διῆγε τῆς παρεμβολῆς· ὡς ὁ ἀμεταμέλητα πταίων τῆς ἐκκλησίας ἐκβάλλεται. XX Διὰ τί τὸν γονορρυῆ ἀκάθαρτον ὀνομάζει; Καὶ ἤδη ἔφην, ὅτι διὰ τῶν φυσικῶν παιδεύει τὰ γνωμικὰ καὶ διδάσκει διὰ τούτων ὅπως ἐκεῖνα παγχάλεπα. εἰ γὰρ ἡ κατὰ φύσιν γινομένη ῥύσις ἀκάθαρτος, πολλῷ μᾶλλον ἡ λαγνεία παράνομος. διδάσκει δὲ πάλιν ἡμᾶς φεύγειν τῶν τοιούτων τὰς συνουσίας. ἔφη γὰρ ἀκάθαρτον εἶναι τὸν τῷ γονορρυεῖ προσπελάζοντα. ὅτι δὲ τῶν κατὰ φύσιν γιγνομένων οὐδὲν ἀληθῶς ἀκάθαρτον, αὐτὸς ὁ νόμος δηλοῖ. εἰ γὰρ ὀστρακίνου σκεύους ἅψαιτο ὁ γονορρυής, συντρίβεσθαι τοῦτο κελεύει· εἰ δὲ χαλκοῦ ἢ ξυλίνου, ὕδατι ἀποσμήχεσθαι. ἔδει δὲ καὶ ταῦτα παραπλησίας τοῖς ὀστρακίνοις συντρίβεσθαι, εἴπερ ἄρα τῷ ὄντι ἀκάθαρτος ἦν ᾧ τόδε τὸ πάθος συνέβαινεν. οὕτω καὶ τὸν ὀνειρώττοντα ἀκάθαρτον εἶναί φησι, καὶ τοὺς νόμῳ γάμου συναπτομένους· καίτοι αὐτοῦ τὸν περὶ τοῦ γάμου τεθεικότος νόμον καὶ πρῶτον νόμον. «ἀντὶ τούτου, γάρ φησιν, καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν». πῶς οὖν ἀκάθαρτον καλεῖ τὸν κατὰ νόμον μιγνύμενον; ἀλλὰ δῆλόν ἐστιν, ὡς καὶ τῆς κατὰ νόμον μίξεως τὴν συμμετρίαν