Ancient Greek
Page 173
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 173
Not analysed yet
σῆν· λάλησον πρὸς Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ μὴ εἰσπορευέσθω πᾶσαν ὥραν εἰς τὸ ἅγιον ἐσώτερον τοῦ καταπετάσματος, εἰς πρόσωπον τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου καὶ οὐκ ἀποθανεῖται· ἐν γὰρ νεφέλῃ ὀφθήσομαι ἐπὶ τοῦ ἱλαστηρίου». ἐντεῦθεν δῆλον, ὡς ἐν τῷ ἱλαστηρίῳ τὴν οἰκείαν ἐπιφάνειαν ὁ δεσπότης ἐποιεῖτο Θεός· καὶ τὴν οἰκείαν ἐμφαίνων ἀγαθότητα, οὐκ ἐν γνόφῳ καὶ καπνῷ καὶ πυρὶ καθάπερ τῷ Ἰσραήλ, ἀλλ' ἐν νεφέλῃ φωτοειδεῖ ἑωρᾶτο. ἐδίδαξε δὲ καὶ τῶν θυσιῶν τὸν τρόπον, αἷς ἔδει τὸν ἀρχιερέα χρησάμενον τῶν ἀδύτων κατατολμῆσαι. ἐκέλευσε γὰρ μόσχον μὲν ἱερεῦσαι περὶ ἁμαρτίας, κριὸν δὲ ὁλοκαυτῶσαι· καὶ ταῦτα μὲν ὑπὲρ ἑαυτοῦ προσενεγκεῖν, ὑπὲρ δὲ παντὸς τοῦ λαοῦ δύο τράγους περὶ ἁμαρτίας λαβεῖν, καὶ ἕνα κριὸν εἰς ὁλοκαύτωμα. προσέταξε δὲ καὶ κλήρῳ διελεῖν τοὺς τράγους, καὶ τὸν μὲν ἱερεῦσαι, τὸν δὲ εἰς τὴν ἔρημον ἀποστεῖλαι. τοῦτο δέ τινες ἀνοήτως νενοηκότες δαίμονά τινα τὸν ἀποπομπαῖον ἐνόμισαν ἐπειδὴ ἔφη· «ἕνα τῷ Κυρίῳ, καὶ ἕνα τῷ ἀποπομπαίῳ». τοῦτο δέ γε ἐκ πολλῆς ὑπέλαβον εὐηθείας. πῶς γὰρ οἷόν τε ἦν τὸν εἰρηκότα· «οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ, καὶ οὐ προσκυνήσεις οὐδὲ λατρεύσεις Θεῷ ἑτέρῳ», δαίμονί τινι τὴν ἴσην ἀπονεῖμαι θυσίαν; ἔδει δὲ αὐτοὺς ἐπιστῆσαι τὸν νοῦν, ὅτι καὶ τὸν ἀπολυόμενον τράγον ἑαυτῷ προσενεχθῆναι προσέταξε. «λήψῃ, γάρ φησι, τὸν τράγον τὸν ζῶντα ἔναντι Κυρίου, τοῦ ἐξιλάσασθαι ἐπ' αὐτοῦ, τοῦ ἐξαποστεῖλαι αὐτὸν εἰς τὴν ἀποπομπὴν εἰς τὴν ἔρημον». τοῦτο δὲ δηλοῖ, ὡς αὐτὸς ὁ τράγος ἀποπομπαῖος ἐκλήθη, ὡς ἀποπεμπόμενος εἰς τὴν ἔρημον, τοῦτο γὰρ καὶ τὰ ἑξῆς δηλοῖ· «καὶ λήψε-