Ancient Greek
Page 178
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 178
Not analysed yet
τῶν τοῖς ματαίοις, ὧν αὐτοὶ ἐκπορνεύουσιν ὀπίσω αὐτῶν. νόμιμον αἰώνιον ἔσται ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν». οὗτος ὁ νόμος μέχρι τοῦ παρόντος παρὰ ἰουδαίοις κρατεῖ. ὁ γὰρ ἱερεὺς θύει τὰ ἐσθιόμενα ζῷα. ἀπηγόρευσε δὲ καὶ τὸ ἐσθίειν αἷμα, καὶ τὴν αἰτίαν ἐδίδαξεν· ἡ γὰρ ψυχή, φησί, πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστιν, καὶ ἐγὼ δέδωκα ὑμῖν αὐτὸ ἐπὶ τοῦ θυσιαστηρίου ἐξιλάσκεσθαι περὶ τῶν ψυχῶν ὑμῶν· τὸ γὰρ αἷμα αὐτοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ ἐξιλάσεται. διὰ τοῦτο εἴρηκα τοῖς υἱοῖς Ἰσραήλ· πᾶσα ψυχὴ ἐξ ὑμῶν οὐ φάγεται αἷμα, καὶ ὁ προσήλυτος ὁ προσκείμενος ὑμῖν οὐ φάγεται». ὥσπερ φησί, σὺ ψυχὴν ἀθάνατον ἔχεις, οὕτω τὸ ἄλογον ζῷον ἀντὶ ψυχῆς ἔχει τὸ αἷμα. οὗ δὴ χάριν κελεύει τὴν τοῦ ἀλόγου ψυχήν, τουτέστι τὸ αἷμα, ἀντὶ τῆς σῆς προσενεχθῆναι ψυχῆς τῆς ἀθανάτου καὶ λογικῆς. ἐὰν δὲ τοῦτο φάγῃς, ψυχὴν ἐσθίεις· λογικῆς γὰρ ψυχῆς τοῦτο τάξιν πληροῖ. διὸ καὶ φόνον τὴν βρῶσιν ὠνόμασε. τούτου ἕνεκα καὶ τὰ τεθνηκότα τῶν ζῴων ἐσθίειν ἀπαγορεύει, ὡς τοῦ αἵματος μὴ χωρισθέντος τοῦ σώματος. XXIV Τινὲς μέμφονται ταῖς περὶ τῶν γάμων νομοθεσίαις, λέγοντες ἀπαγορεῦσαι τὸν Θεὸν τὰ μηδαμῆ μηδαμῶς γεγενημένα. τίς γάρ, φησίν, ἠνέσχετο τῇ ἑαυτοῦ μιγῆναι μητρί; ἢ τίς πώποτε συνεγένετο κτήνει; Οὐκ ἂν ὁ Θεὸς τὸ παρ' οὐδενὸς τολμηθὲν ἀπηγόρευσε· καὶ ὅτι ταῦθ' οὕτως ἔχει, μαρτυρεῖ τὸ τοῦδε τοῦ νόμου προοίμιον. ἔφη γὰρ οὕτως·