Ancient Greek
Page 181
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 181
Not analysed yet
γωνος ὑμῶν καὶ ἐντομίδας ἐπὶ ψυχῇ οὐ ποιήσετε τῷ σώματι ὑμῶν, καὶ γράμματα στικτὰ οὐ ποιήσετε ἐν ὑμῖν»; Τινὲς τὸ σισόην τὰς ἐξ ἐπιτηδεύσεως οὖλας γινομένας τρίχας ἡρμήνευσαν. ἐγὼ δὲ ἄλλο οἶμαι τὸν νόμον ἀπαγορεύειν· εἰώθασιν ἕλληνες μὴ ἀποκείρειν τῶν παίδων τὰς κορυφάς, ἀλλὰ μαλλοὺς ἐᾶν, καὶ τούτους μετὰ χρόνον ἀνατιθέναι τοῖς δαίμοσιν. εἰώθασι δὲ καὶ τὰ γένεια ξυρᾶσθαι ἡνίκα ἐπένθουν, καὶ τέμνεσθαι τὰς παρειὰς εἰς τὴν τῶν τετελευτηκότων τιμήν. καί τινα δὲ τοῦ σώματος μόρια βελόναις ἐκέντουν καὶ μέλαν ἐπέβαλλον, εἰς θεραπείαν δαιμόνων. ταῦτα οὖν ὁ θεῖος νόμος ἀπαγορεύει. XXIX Τί ἐστιν «ἐγγαστρίμυθος»; Τινὲς ὑπὸ δαιμόνων τινῶν ἐνεργούμενοι, ἐξηπάτουν πολλοὺς τῶν ἀνοήτων, ὡς δῆθεν προαγορεύοντες· οὓς ἐντερομάντεις οἱ ἕλληνες προσηγόρευον, ὡς ἔνδοθεν δοκοῦντος τοῦ δαίμονος φθέγγεσθαι. XXX Τίνος χάριν τοῖς ἱερεῦσι διαφερόντως περὶ τῶν γάμων νομοθετεῖ; Ὅτι δεῖ τύπον εἶναι σωφροσύνης τὸν ἱερέα, καὶ ἵνα τὸ γένος ἀκραιφνὲς διαμείνῃ, μηδεμίαν ὕβρεως ἀφορμὴν τοῖς λοιδορεῖσθαι βουλομένοις παρέχον. διὸ καὶ ὁ θεῖος ἀπόστολος ἀγαθὴν ἔχειν μαρτυρίαν καὶ παρὰ τῶν ἔξωθεν τὸν τῷ Θεῷ λειτουργοῦντα διαγορεύει· «ἵνα μὴ εἰς ὀνειδισμόν, φησίν, ἐμπέσῃ, καὶ παγίδα τοῦ διαβόλου». τούτου χάριν τὴν μὲν ἰσραηλῖτιν πορνεύουσαν ἀναιρεῖσθαι