Ancient Greek
Page 202
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 202
Not analysed yet
Ὁ πάνσοφος λέγει Παῦλος. «ἐὰν μὴ εὔσημον σάλπιγξ φωνὴν δῷ, τίς παρασκευάσεται εἰς πόλεμον»; διαφοραὶ τοίνυν ἦσαν ἠχῆς, καὶ ἡ μὲν τὴν ἀνάπαυλαν, ἡ δὲ τὴν ὁδοιπορίαν ἐδήλουν· καὶ μία μὲν ἠχοῦσα σάλπιγξ ἐκάλει τοὺς ἄρχοντας, αἱ δὲ δύο τὸν λαὸν καὶ τοὺς ἄρχοντας. τὸ μέντοι σαλπίζειν μόνοις ἀπενεμήθη τοῖς ἱερεῦσιν, ἐπειδὴ τοῦ Θεοῦ τὴν κλῆσιν ἡ σάλπιγξ ἐμήνυε. τοῦτο γὰρ ἐπήγαγε· «ἐὰν ἐξέλθητε εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν, καὶ σημανεῖτε ταῖς σάλπιγξιν, καὶ ἀναμνησθήσεσθε ἔναντι Κυρίου καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν. καὶ ἐν ταῖς ἡμέραις τῆς εὐφροσύνης ὑμῶν, καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν, καὶ ἐν ταῖς νεομηνίαις ὑμῶν, σαλπιεῖτε ταῖς σάλπιγξιν ἐπὶ τοῖς ὁλοκαυτώμασι, καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν, καὶ ἔσται ὑμῖν ἀνάμνησις ἐναντίον τοῦ Θεοῦ ὑμῶν, ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν». ἐπειδὴ γὰρ νομοθετῶν ὁ Θεὸς ἐν τῷ Σινᾷ ὄρει μεγίστῃ σαλπίγγων ἠχῇ τὰς ἀκοὰς αὐτῶν κατεκτύπησε, τῆς ἐπιφανείας αὐτοὺς ἐκείνης ἀναμιμνήσκει διὰ τῆς τῶν σαλπίγγων ἠχῆς· ὅθεν ὁ μακάριος Δαβὶδ μελῳδῶν ἔφη· «σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν». διὰ δὲ τούτων καὶ ἡμεῖς διδασκόμεθα πᾶσαν ἀθροίζοντες τοῦ λαοῦ τὴν συναγωγὴν σαλπίζειν καὶ οὐ σημασίᾳ. ἀσήμως γὰρ διὰ τοὺς ἀμυήτους περὶ τῶν θείων διαλεγόμεθα μυστηρίων· τούτων δὲ χωριζομένων, σαφῶς τοὺς μεμυημένους διδάσκομεν. XVI Διὰ τί τὸν κηδεστὴν ὁ θεῖος Μωϋσῆς Ἰοθὼρ ὀνομάσας ἐν τῇ Ἐξόδῳ, νῦν αὐτὸν ἐκάλεσε Ῥαγουήλ;