Ancient Greek
Page 21
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 21
Not analysed yet
ἀνεχομένους, ἀλλ' οὐδεὶς μὴ κομιδῇ παραπαίων ὀλέθριον τὸ ὕδωρ ὠνόμασε. τοῦτο γὰρ καὶ τὴν γῆν ἄρδει καὶ τὰ φυτὰ τρέφει καὶ τὰ ἄλογα ζῷα καὶ τῶν ἀνθρώπων τὴν φύσιν· οὕτω τοίνυν καὶ τῶν ἄλλων ἕκαστον ἐξετάζομεν, μὴ αὐτὸ καθ' ἑαυτὸ βασανίζοντες, εἴ τε λυμαντικόν ἐστιν εἴ τε ὠφέλιμον· ἀλλ' εἰ τῷ κοινῷ συντελεῖ τινα χρείαν· καὶ θηρία γὰρ αἰδεῖται μὲν τὸν ἄνθρωπον διὰ τὴν ἐξ ἀρχῆς δοθεῖσαν αὐτῷ κατ' αὐτῶν ἐξουσίαν, ὡς παραβεβηκότος δὲ τὸν θεῖον νόμον, ἔστιν ὅτε καταφρονεῖ· καὶ γὰρ οἱ πονηροὶ δοῦλοι διαπτύειν εἰώθασι τοὺς ἰθύνειν αὐτοὺς παρὰ τῶν δεσποτῶν κεκελευσμένους, ὅταν ἴδωσι διὰ πλημμελήματα παρρησίας ἐστερημένους. XIX Τίνι ὁ Θεὸς εἴρηκε «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν»; Τινὲς μὲν τῶν δυσωνύμων αἱρετικῶν πρὸς τοὺς ἀγγέλους αὐτὸν εἰρηκέναι, καὶ τοὺς πονηροὺς δαίμονας ἔφασαν, οὐ συνιέντες οἱ ἐμβρόντητοι τὸ «κατ' εἰκόνα ἡμετέραν» Θεοῦ δὲ καὶ ἀγγέλων καὶ δαιμόνων οὔτε ἡ οὐσία οὔτε εἰκὼν ἡ αὐτή· ὁ μὲν γὰρ ἀΐδιον ἔχει τὴν φύσιν, οἱ δὲ αὐτὸν ἔχουσι ποιητὴν καὶ δημιουργὸν παρ' αὐτοῦ δεδεγμένοι τὸ εἶναι, οἱ δὲ δαίμονες καὶ εἰς πονηρίαν ἑκόντες ἐτράπησαν. ἀνοίας τοίνυν ἐσχάτης, τὸ μίαν ὑπολαβεῖν εἰκόνα τῶν πονηρῶν δαιμόνων καὶ τοῦ πελάγους τῆς ἀγαθότητος· ἰουδαῖοι δὲ εἰς ἑτέραν ἐξώκειλαν παραφροσύνην· φασὶ γὰρ πρὸς ἑαυτὸν εἰρηκέναι τὸν τῶν ὅλων Θεὸν τὸ «ποιήσωμεν ἄνθρωπον» κατά τινα μίμησιν τῶν τὰς μεγάλας πεπιστευμένων ἀρχάς· καὶ γὰρ ὕπαρχοι καὶ στρατηγοὶ πληθυντικῶς εἰώθασι λέγειν τὸ κελεύομεν καὶ γράφομεν καὶ προστάττομεν καὶ ὅσα τοιαῦτα· καὶ οὐ συνεῖδον οἱ παραπλῆγες, ὡς ἑνικῶς τὰ πλεῖστα ὁ τῶν ὅλων λέγει Θεός· «καιρός, γάρ φησι, παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου», καὶ «ἐνεθυμήθην ὅτι ἐποίησα τὸν ἄν-