Ancient Greek
Page 211
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 211
Not analysed yet
περιστάσεως ἁμαρτήμασι περιπίπτουσιν. εἰσὶ δέ, οἳ καὶ καταφρονητικῶς περὶ τοὺς θείους διάκεινται νόμους· τούτους ἐξ ὑπερηφανίας ἁμαρτάνειν ἔφη, ὡς ἑκόντας τῶν νόμων καταφρονοῦντας. τὸν τοιοῦτον ἐξαλειφθήσεσθαι ἔφη, καὶ τὴν αἰτίαν ἐπήγαγεν, «ὅτι τὸ ῥῆμα Κυρίου ἐφαύλισε, καὶ τὰς ἐντολὰς αὐτοῦ διεσκέδασεν· ἐκτρίψει ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη· ἁμαρτία γὰρ αὐτῆς ἐν αὐτῇ». ὁ μὲν γὰρ δι' ἀσθένειαν ἡττώμενος τῶν παθῶν, εἶτα στένων καὶ ὀδυρόμενος, ἔχει τινὰ γοῦν σμικρὰν συγγνώμην· ὁ δὲ τὰ πονηρὰ ἀσπαζόμενος, καὶ τῶν θείων καταφρονῶν ἐντολῶν, πάσης ἀπολογίας ἐστέρηται. XXX Διὰ τί τὸν ἐν τῷ σαββάτῳ συλλέξαντα ξύλα καταλευσθῆναι προσέταξεν; Ὡς πρῶτον τοῦτον παραβεβηκότα τὸν νόμον, ἵνα μὴ γένηται παρανομίας ἀρχέτυπον· ἡ γὰρ τούτου τιμωρία δέος ἐνέθηκεν ἅπασιν. XXXI Τί δήποτε προσέταξεν αὐτοῖς ὁ Θεὸς τοῖς κρασπέδοις τῶν ἱματίων κλῶσμα ὑακίνθινον ἐπιθεῖναι; Τὸ ὑακίνθινον κλῶσμα τοῦ οὐρανοῦ μιμεῖται τὴν χρόαν. ἀνεμίμνησκε τοίνυν αὐτοὺς τοῦ νομοθέτου, ὃς πληροῖ μὲν τὰ πάντα, οἰκεῖν δὲ δοκεῖ τὸν οὐρανόν. «ὁ οὐρανός, γάρ φησι, τοῦ οὐρανοῦ τῷ Κυρίῳ». καί, «ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς». τοῦτο δὲ καὶ ὁ νόμος διδάσκει· «ὄψεσθε, γάρ φησι, τὰ κράσπεδα καὶ ἀναμνησθήσεσθε πᾶσας τὰς ἐντολὰς Κυρίου ποιῆσαι αὐτάς, καὶ οὐ διαστραφήσεσθε ὀπίσω τῶν διανοιῶν ὑμῶν καὶ τῶν ὀφθαλμῶν ἐν οἷς ὑμεῖς ἐκπορνεύετε ὀπίσω αὐτῶν».