Ancient Greek
Page 227
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 227
Not analysed yet
QUAESTIONES IN DEUTERONOMIUM I Διὰ τί τὸ πέμπτον βιβλίον τοῦ νομοθέτου Δευτερονόμιον ἐκλήθη; Ἐξαγαγὼν ἐξ Αἰγύπτου τὸν λαὸν ὁ δεσπότης Θεὸς ἔδωκεν ἐν τῷ Σινᾷ ὄρει τὸν νόμον, καθ' ὃν ἐχρῆν αὐτοὺς πολιτεύεσθαι. εἶτα τῷ δευτέρῳ ἔτει προσέταξε παραλαβεῖν τὴν γῆν, ἣν τοῖς προγόνοις αὐτῶν ἐπηγγείλατο δώσειν. ἐκείνων δὲ ἀντειρηκότων καὶ τοῦτο δράσαι μὴ βουληθέντων, ὤμοσε μηδενὶ τῶν ἀριθμηθέντων ὑπὸ τοῦ νομοθέτου δώσειν ἐκείνην τὴν γῆν, ἀλλὰ τούτους ἅπαντας ἐν τῇ ἐρήμῳ καταναλώσειν. τεσσαράκοντα τοίνυν διεληλυθότων ἐτῶν, κἀκείνων κατὰ τὴν θείαν ψῆφον διολωλότων, ἐκέλευσε τοὺς ἐκείνων ἀριθμηθῆναι παῖδας, τὴν αὐτὴν ἄγοντας ἡλικίαν, ἥνπερ ἦγον ἐκεῖνοι καθ' ὃν ἠριθμήθησαν χρόνον. τούτους μέλλων εἰσαγαγεῖν ὁ Θεὸς εἰς ἣν ἐπηγγείλατο γῆν, διδάσκει διὰ τοῦ προφήτου τὸν νόμον, ὃν τοῖς παρανόμοις αὐτῶν ἐδεδώκει πατράσι. τὸ τοίνυν Δευτερονόμιον ἀνακεφαλαίωσιν ἔχει τῶν ἐν τῇ Ἐξόδῳ καὶ τῷ Λευϊτικῷ καὶ τοῖς Ἀριθμοῖς νενομοθετημένων τε καὶ πεπραγμένων, λέγει δὲ καὶ τὸν χρόνον, καὶ τὸν τόπον καθ' ὃν καὶ ἐν ᾧ τῇ νεολαίᾳ ταύτῃ τὴν διδασκαλίαν προσήνεγκε. «πέραν, γάρ φησι, τοῦ Ἰορδάνου, ἐν τῇ ἐρήμῳ, πρὸς δυσμαῖς, ἐν τῷ τεσσαρακοστῷ ἔτει, ἐν τῷ δεκάτῳ μηνὶ μιᾷ τοῦ μηνός, μετὰ τὸ πατάξαι αὐτὸν τὸν Σηὼν βασιλέα τῶν ἀμορραίων, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασάν». καὶ ὅτι