Ancient Greek
Page 229
Theodoretus Scr. Eccl. et Theol., Quaestiones in Octateuchum 229
Not analysed yet
αὐτὸν εἰρημένων· «Ἰησοῦς υἱὸς Ναυῆ, ὁ παρεστηκώς σοι, οὗτος εἰσελεύσεται ἐκεῖ· αὐτὸν κατίσχυσον, ὅτι αὐτὸς κατακληρονομήσει αὐτὴν τῷ Ἰσραήλ». ταῦτα δὲ λέγει, διδάσκων αὐτούς, ὡς θεόθεν ὁ στρατηγὸς τὴν χειροτονίαν ἐδέξατο, ἵνα μὴ πάλιν περὶ τῆς ἀρχῆς στασιάσωσιν. διηγεῖται δὲ αὐτοῖς, ὅπως μὲν ὕστερον μεταμεληθέντες ἐβουλήθησαν πολεμῆσαι τοῖς χαναναίοις· ὅπως δὲ αὐτοὺς ὁ Θεὸς διεκώλυσε, καὶ ὅτι θρασυνόμενοι καὶ παρὰ τὴν θείαν ἐντολὴν ἀναβάντες, ἡττηθέντες ἐπανῆλθον· καὶ ὅσον ἐν τῇ ἐρήμῳ κατηνάλωσαν χρόνον, τὴν ἄβατον γῆν ἐκείνην καὶ ἄνυδρον περιϊόντες, τίνα τε ἰδουμαίοις καὶ μωαβίταις δεδηλωκότες φιλονεικούντων οὐκ ἔτυχον ἀποκρίσεων· καὶ ὅπως τὸν Σηὼν καὶ τὸν Ὤγ, τοὺς βασιλεῖς τῶν ἀμορραίων, πανστρατιᾷ μετὰ τῶν τὰς πόλεις καὶ τὰς κώμας οἰκούντων πανωλεθρίᾳ παρέδοσαν. εἶπεν δὲ αὐτοῦ καὶ τὸ τοῦ σώματος μέγεθος. «ἡ γὰρ κλίνη, φησίν, Ὢγ σιδηρᾶ, ἐννέα πήχεων τὸ μῆκος αὐτῆς, καὶ τεσσάρων πήχεων τὸ εὖρος αὐτῆς». ἔπειτα παρῄνεσε καὶ συνεβούλευσε φυλάττειν ἐπιμελῶς τοῦ δεσπότου τὰς ἐντολάς. «ἄκουε, γάρ φησιν, Ἰσραήλ, τῶν δικαιωμάτων καὶ τῶν κριμάτων, ὅσα ἐγὼ διδάσκω ὑμᾶς σήμερον ποιεῖν, ἵνα ζῆτε καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν». εἶτα ἀναγκαίως τοῦ Βεελφεγὼρ εἰς μέσον φέρει τὴν μνήμην, καὶ τῶν δι' ἐκείνην τὴν ἀσέβειαν ἐν τῇ ἐρήμῳ διολωλότων. ἔπειτα ἐκ παραλλήλου δείκνυσι τὰς θείας εὐεργεσίας. «ποῖον, γάρ φησιν, ἔθνος μέγα